Description of Greece

Pausanias

Pausanias. Pausaniae Graeciae descriptio, Volumes 1-3. Spiro, Friedrich, editor. Leipzig: Teubner, 1903.

ἀφικόμενος οὖν περὶ ἑσπέραν ὁ τῷ θεῷ χρώμενος λιβανωτόν τε ἐπὶ τῆς ἑστίας θυμιᾷ καὶ ἐμπλήσας τοὺς λύχνους ἐλαίου καὶ ἐξάψας τίθησιν ἐπὶ τὸν βωμὸν τοῦ ἀγάλματος ἐν δεξιᾷ νόμισμα ἐπιχώριον— καλεῖται δὲ χαλκοῦς τὸ νόμισμα—καὶ ἐρωτᾷ πρὸς τὸ οὖς τὸν θεὸν ὁποῖόν τι καὶ ἑκάστῳ τὸ ἐρώτημά ἐστι. τὸ ἀπὸ τούτου δὲ ἄπεισιν ἐκ τῆς ἀγορᾶς ἐπιφραξάμενος τὰ ὦτα· προελθὼν δὲ ἐς τὸ ἐκτὸς τὰς χεῖρας ἀπέσχεν ἀπὸ τῶν ὤτων, καὶ ἧστινος ἂν ἐπακούσῃ φωνῆς, μάντευμα ἡγεῖται.

τοιαύτη καὶ Αἰγυπτίοις ἑτέρα περὶ τοῦ Ἄπιδος τὸ ἱερὸν μαντεία καθέστηκεν· ἐν Φαραῖς δὲ καὶ ὕδωρ ἱερόν ἐστι τοῦ Ἑρμοῦ· Ἑρμοῦ νᾶμα μὲν τῇ πηγῇ τὸ ὄνομα, τοὺς δὲ ἰχθῦς οὐχ αἱροῦσιν ἐξ αὐτῆς, ἀνάθημα εἶναι τοῦ θεοῦ νομίζοντες. ἑστήκασι δὲ ἐγγύτατα τοῦ ἀγάλματος τετράγωνοι λίθοι τριάκοντα μάλιστα ἀριθμόν· τούτους σέβουσιν οἱ Φαρεῖς, ἑκάστῳ θεοῦ τινὸς ὄνομα ἐπιλέγοντες. τὰ δὲ ἔτι παλαιότερα καὶ τοῖς πᾶσιν Ἕλλησι τιμὰς θεῶν ἀντὶ ἀγαλμάτων εἶχον ἀργοὶ λίθοι.

Φαρεῦσι δὲ ὅσον πέντε σταδίους καὶ δέκα ἀπωτέρω τῆς πόλεώς ἐστιν ἄλσος Διοσκούρων. δάφναι μάλιστα ἐν αὐτῷ πεφύκασι, ναὸς δὲ οὐκ ἦν ἐν αὐτῷ οὐδὲ ἀγάλματα· κομισθῆναι δὲ οἱ ἐπιχώριοί φασιν ἐς Ῥώμην τὰ ἀγάλματα. ἐν Φαραῖς δὲ ἐν τῷ ἄλσει βωμὸς λίθων λογάδων ἐστί. πυθέσθαι δὲ οὐκ εἶχον εἰ ὁ Φάρης ὁ Φυλοδαμείας τῆς Δαναοῦ σφισιν ἢ ὁμώνυμος ἐκείνῳ τις ἐγένετο οἰκιστής.

Τρίτεια δέ, Ἀχαιῶν καὶ αὕτη πόλις, ἐν μεσογαίῳ μὲν ᾤκισται, τελοῦσι δὲ ἐς Πάτρας καὶ αὐτοὶ βασιλέως δόντος· στάδιοι δὲ ἐς Τρίτειαν εἴκοσί τε καὶ ἑκατόν εἰσιν ἐκ Φαρῶν. πρὶν δὲ ἢ ἐς τὴν πόλιν ἐσελθεῖν, μνῆμά ἐστι λευκοῦ λίθου, θέας καὶ ἐς τὰ ἄλλα ἄξιον καὶ οὐχ ἥκιστα ἐπὶ ταῖς γραφαῖς αἵ εἰσιν ἐπὶ τοῦ τάφου, τέχνη Νικίου· θρόνος τε ἐλέφαντος καὶ γυνὴ νέα καὶ εἴδους εὖ ἔχουσα ἐπὶ τῷ θρόνῳ, θεράπαινα δὲ αὐτῇ προσέστηκε σκιάδιον φέρουσα·

καὶ νεανίσκος ὀρθὸς οὐκ ἔχων πω γένειά ἐστι χιτῶνα ἐνδεδυκὼς καὶ χλαμύδα ἐπὶ τῷ χιτῶνι φοινικῆν· παρὰ δὲ αὐτὸν οἰκέτης ἀκόντια ἔχων ἐστὶ καὶ ἄγει κύνας ἐπιτηδείας θηρεύουσιν ἀνθρώποις. πυθέσθαι μὲν δὴ τὰ ὀνόματα αὐτῶν οὐκ εἴχομεν· ταφῆναι δὲ ἄνδρα καὶ γυναῖκα ἐν κοινῷ παρίστατο ἅπασιν εἰκάζειν.

Τριτείας δὲ οἰκιστὴν οἱ μὲν Κελβίδαν γενέσθαι λέγουσιν, ἀφικόμενον δὲ ἐκ Κύμης τῆς ἐν Ὀπικοῖς· οἱ δὲ ὡς Ἄρης συγγένοιτο Τριτείᾳ θυγατρὶ Τρίτωνος, ἱερᾶσθαι δὲ τῆς Ἀθηνᾶς τὴν παρθένον, Μελάνιππον δὲ παῖδα Ἄρεως καὶ Τριτείας οἰκίσαι τε ὡς ηὐξήθη τὴν πόλιν καὶ θέσθαι τὸ ὄνομα ἀπὸ τῆς μητρός.

ἐν Τριτείᾳ δὲ ἔστι μὲν ἱερὸν καλουμένων Μεγίστων θεῶν, ἀγάλματα δέ σφισι πηλοῦ πεποιημένα· τούτοις κατὰ ἔτος ἑορτὴν ἄγουσιν, οὐδέν τι ἀλλοίως ἢ καὶ τῷ Διονύσῳ δρῶσιν Ἕλληνες. ἔστι δὲ καὶ Ἀθηνᾶς ναός, τὸ δὲ ἄγαλμα λίθου τὸ ἐφʼ ἡμῶν· τὸ δὲ ἀρχαῖον ἐς Ῥώμην, καθὰ οἱ Τριταιεῖς λέγουσιν, ἐκομίσθη. θύειν δὲ οἱ ἐνταῦθα καὶ Ἄρει καὶ τῇ Τριτείᾳ νομίζουσιν.

αἵδε μὲν οὖν θαλάσσης τέ εἰσιν ἀπωτέρω πόλεις καὶ ἠπειρώτιδες βεβαίως· πλέοντι δὲ ἐς Αἴγιον ἐκ Πατρῶν ἄκρα πρῶτόν ἐστιν ὀνομαζομένη Ῥίον, σταδίους δὲ Πατρῶν πεντήκοντα ἀπέχουσα, λιμὴν δὲ ὁ Πάνορμος σταδίοις πέντε καὶ δέκα ἀπωτέρω τῆς ἄκρας. τοσούτους δὲ ἀφέστηκεν ἑτέρους ἀπὸ Πανόρμου τὸ Ἀθηνᾶς καλούμενον τεῖχος. ἐς δὲ λιμένα Ἐρινεὸν ἐξ Ἀθηνᾶς τείχους παράπλους ἐνενήκοντά εἰσι στάδιοι, ἑξήκοντα δὲ ἐς Αἴγιον ἀπὸ τοῦ Ἐρινεοῦ· ὁδὸς δὲ ἡ πεζὴ σταδίους τεσσαράκοντα μάλιστα ἐς τὸν ἀριθμὸν ἀποδεῖ τὸν εἰρημένον.