Tetrabiblos
Claudius Ptolemaeus
Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).
Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων νῦν εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω, συνάψωμεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰς καθʼ ἕκαστα τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων πραγματείας, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως. Εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δἰ ἀστρονομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενικωτέρου τοῦ καθ̓
ὅλα ἔθνη καὶ χώρας καὶ πόλεις λαμβανομένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ καὶ εἰδικωτέρου τοῦ καθʼ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὃ καὶ αὐτὸ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων. ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθʼ ὅλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων περιειληφέναι. Καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις. καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων· τὸ δὲ κατὰ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοιώσεις, περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα. προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ· πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ζωδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν, κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον, ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθʼ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπὶ πᾶν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.Περὶ τῶν καθʼ ὅλα κλίματα ἰδιωμάτων Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ̓ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκε ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ζῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως. τῆς γὰρ καθʼ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης, οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἰσημερινοῦ
μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβανόντες τὸν ἥλιον καὶ διακαιόμενοι, μέλανες τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπὶ πᾶν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ καύματος συνέχειαν τῶν οἰκήσεων, οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς ὁρῶμεν οὕτως ἔχοντας ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρʼ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν. Οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ζωδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες, κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας, θρεπτικωτάτης οὔσης καὶ ὑπὸ μηδενὸς ἀναπινομένης θερμοῦ, λευκοί τε τὰ χρώματά εἰσι καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων. ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ καὶ τούτους ὡς ἐπὶ πᾶν Σκύθας. Οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρʼ αὐτοῖς τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τε τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης ἀλλʼ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης. ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι. τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπὶ πᾶν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ζωδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπηβόλους τε ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς. καὶ τούτων δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθʼ ὃ κἀν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν. οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει, πάντοτε τῆς σελήνης τὰς πρώτας ἐπιτολὰς καὶ ἀπὸ συνόδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα θηλυκὸν καὶ εὐώνυμον ἀντικειμένως τῷ ἀνατολικῷ. Ἤδη δέ τινες καὶ ἐν ἑκάστοις τούτοις τῶν ὅλων μερῶν ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων φυσικῶς ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπὶ πᾶν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἰδιάζουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν· ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινόν, καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάττης ἐγγύτητα, καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν, οὕτω καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας κατὰ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρʼ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπὶ πᾶν οὐχ ὡς καὶ καθʼ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν ἐφʼ ὧν ἂν εἴη χρήσιμον πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.Περὶ τῆς τῶν χωρῶν πρὸς τὰ τρίγωνα καὶ τοὺς ἀστέρας συνοικειώσεως Τεττάρων δὴ τριγωνικῶν σχημάτων ἐν τῷ ζωδιακῷ θεωρουμένων, ὡς δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην βορρολυβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν· τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται πάλιν προηγουμένως μὲν ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν Ὑδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ιχθῦς νοτολιβυκόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται προηγουμένως μὲν ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβυκόν, συνοικοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον— Τούτων δὲ οὕτως ἐχόντων διαιρουμένης τε τῆς καθʼ ἡμᾶς οἰκουμένης εἰς τέτταρα τεταρτημόρια, τοῖς τριγώνοις ἰσάριθμα, κατὰ μὲν πλάτος ὑπό τε τῆς καθʼ ἡμᾶς θαλάττης ἀπὸ τοῦ Ἡρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς
πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως, ὑφʼ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου, διὰ καὶ τοῦ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφʼ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβυκὸν μέρος, γίνεται τεταρτημόρια τέτταρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν πρὸς βορρολίβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν· τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς τὸν νοταπηλιώτην τὸ κατὰ τὴν ἑῴαν Αἰθιοπίαν, ὃ δὴ τῆς μεγάλης Ἀσίας νότιον μέρος ἂν καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον τὸ κατὰ τὴν ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν. Πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ μὲν πρὸς τὸ μέσον μᾶλλον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημορίον, ὥσπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην, τοῦ τε κατὰ τὴν Εὐρώπην πρὸς βορρολίβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην τοῦ αὐτοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι· τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθʼ ὅλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ̓ αὐτὸ τὸ μέρος ἀντικειμένην συμπαραλαμβανομένων πρὸς τὴν οἰκείωσιν, καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτίαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κἀκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων. Ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Εὐρώπην, πρὸς βορρολίβα κείμενα τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ βορρολιβυκῷ τριγώνῳ τῷ κατὰ τὸν Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων. ἔστι δὲ ταῦτα καθʼ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία, Ἰταλία, Γαλλία, Ἀπουλία, Σικελία, Τυρρηνία, Κελτική, Ἱσπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπὶ πᾶν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας, ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαροῖς καὶ μεγαλοψύχοις· διὰ μέντοι τὸν ἑσπέριον σχηματισμὸν Διὸς καὶ Ἄρεως, καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθια ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλύσθαι, πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις· αὐτοῖς δὲ τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν, ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὐεργετικάς. καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως· ὅθεν ὡς ἐπὶ πᾶν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν. Ἰταλία δὲ καὶ Ἀπουλία, Γαλλία καὶ Σικελία τῷ Λέοντι καὶ τῷ ἡλίῳ· διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινώνικοι. Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Ἱσπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ τὸ ἁπλοῦν και τὸ φιλοκάθαρον. τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαία καὶ Κρήτη, ἔτι δὲ αἵ τε Κυκλάδες καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου πρὸς νοταπηλιώτην κείμενα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου, τοῦ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων, ἔτι δὲ συνοικοδεσπότας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατοικοῦντες τὰς χώρας συγκατεσχηματισμένοι μᾶλλον ἀπέβησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς· ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως, φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις διὰ τὸν τῆς Ἀφροδίτης, κοινωνικοὶ δὲ καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ ἐν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν. πάλιν δὲ κατὰ μέρος καὶ τούτων οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ παράλια τῆς μικρᾶς Ἀσίας καὶ Κύπρου τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται· ὅθεν ὡς ἐπὶ τὸ πολὺ τρυφηταί τέ εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι. οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαίαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος. οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίδα τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου· διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως, οὐδὲ κοινωνικοὶ τοῖς νόμοις. Τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ἰνδικήν, Ἀριανήν, Γεδρωσίαν, Παρθίαν, Μηδίαν, Περσίδα, Βαβυλωνίαν, Μεσοποταμίαν, Ἀσσυρίαν, καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης, εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, οἰκοδεσποτοῦνται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ Κρόνου ἐπὶ ἑῴων σχηματισμῶν· διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας· σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἴσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν ἥλιον. καὶ προθεστίζουσιν οἱ πολλοὶ τὰ μέλλοντα· καθιεροῦνταί τε παρʼ αὐτοῖς τὰ γεννητικὰ μόρια διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν· ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφροδίτης, ἁβροδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου. ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διὰ τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθραίνουσι. διὰ ταῦτα δὲ καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν, καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν. εἰσὶ δὲ ὡς ἐπὶ πᾶν καὶ τἄλλα μὲν τὰ περὶ τὰς στολὰς καὶ κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα. κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ ἡ Μηδία καὶ ἡ Περσίς ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθίναις χρῶνται κατακαλυπτόντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι. τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλῶνα καὶ Μεσοποταμίαν καὶ Ἀσσυρίαν· διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε. τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρωσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης Ἰδουμαία, Κοίλη Συρία, Ἰουδαία, Φοινίκη, Χαλδαϊκή, Ὀρχηνία, Ἀραβία Εὐδαίμων, τὴν θέσιν ἔχοντα πρὸς βορρολίβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβυκοῦ τριγώνου, Κριοῦ, Λέοντος, Τοξότου, ἔτι δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν. καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται· διόπερ ὡς ἐπὶ πᾶν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον. οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν Εὐδαίμονα τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός· ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας. Τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα τὴν Ὑρκανίαν, Ἀρμενίαν, Ματιανήν, Βακτριανήν, Κασπηρίαν, Σηρικήν, Σαυροματικήν, Ὀξειανήν, Σουγδιανήν, καὶ τὰ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦνται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ, Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Κρόνου καὶ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν· διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Κρόνον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι, περί τε τὰς διαίτας καθάριοι καὶ εὐδιάγωγοι, σοφοί τε ἐπὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροί τε καὶ φιλόστοργοι καὶ ὑπεραποθνήσκοντες ἑτοίμως τῶν οἰκειοτάτων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου, πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς, χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπὶ πᾶν ὁ τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς ἀνατολικῶν συσχηματισμὸς ἀπεργάζεται. καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ εὐκινητότερα μᾶλλον καὶ ὑποπόνηρα. τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπηρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης· ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι. τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ τὴν Ὀξειανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου· διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη. τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία, Φρυγία, Κολχική, Συρία, Κομμαγηνή, Καππαδοκία, Λυδία, Λυκία, Κιλικία, Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβυκοῦ τεταρτημορίου Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ ἔτι τὸν τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Ἑρμοῦ· διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπὶ πᾶν τὴν Ἀφροδίτην ὡς μητέρα θεῶν, ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες, καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἢ ἄλλως πως πάλιν ὀνομάζοντες· καὶ μυστήριά τινα μετὰ θρηνῶν ἀποδιδόντες αὐτοῖς. περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ πονηροὶ καὶ ἐν μισθοφόροις στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι, καταδουλούμενοί τε αὑτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες. διά τε τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατολικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ζῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ζῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οἱ μὲν ἄνδρες ὡς ἐπὶ πᾶν εἰσιν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φιλόπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους, ἀποκοπῇ τῶν δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν τοῦ ἀθηλύντου τῆς φύσεως. οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· διόπερ πολὺ παρʼ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον. οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς. Τοῦ δὲ λοιποῦ τεταρτημοριου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην, τὰ μὲν ἄλλα τὰ περιέχοντα Νουμηδίαν, Καρχηδονίαν, Ἀφρικήν, Φαζανίαν, Νασαμονῖτιν, Γαραμαντικήν, Μαυριτανίαν, Γαιτουλίαν, Μεταγωνῖτιν, καὶ τὰ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης, συνοικειοῦται μὲν τῷ νοτολιβυκῷ τριγώνῳ Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου· διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικός, δυοῖν ὁμομητρίων ἀδελφῶν, βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοὶ δέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς τῶν γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δἰ ἁρπαγῶν ποιεῖσθαι καὶ πολλαχῆ ταῖς γαμουμέναις τοὺς βασιλέας πρώτους συνέρχεσθαι, παρʼ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων. φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμηδίαν καὶ Καρχηδόνα καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ· διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες, οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως· ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεοφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι. οἱ δὲ περὶ τὴν Φαζανίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός· διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπὶ πᾶν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες. τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένα τῆς ὅλης οἰκουμένης, Κυρηναϊκή, Μαρμαρική, Αἴγυπτος, Θηβαΐς, Ὄασις, Τρωγλοδυτική, Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία, πρὸς βορραπηλιώτην τετραμμένα τοῦ ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων, Ζυγοῦ, καὶ Ὑδροχόου, καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ· ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτίας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνήσκοντας τῇ γῄ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ νομίμοις καὶ ἔθεσι καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι, καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί, ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι, καὶ πολύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες ἀκολούθως τῷ τῆς χώρας γονίμῳ. πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Ἀφροδίτης ἑσπερίου σχηματισμόν. καὶ τούτων δὲ οἱ μὲν περὶ Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ· διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπήβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν τε καὶ θείων εὕρεσιν· μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα. οἱ δὲ περὶ τὴν Θηβαΐδα καὶ Ὄασιν καὶ Τρωγλοδυτικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν καὶ αὐτοὶ θερμότεροί τέ εἰσι τὰς φύσεις καὶ κεκινημένοι καὶ ἐν εὐφορίαις ἔχοντες τὰς διαγωγάς οἱ δὲ περὶ τὴν Ἀραβίαν καὶ Ἀζανίαν καὶ μέσην Αἰθιοπίαν τῷ Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ οὗτοι κρεοφάγοι τε καὶ ἰχθυοφάγοι καὶ νομάδες εἰσίν, ἄγριον καὶ θηριώδη βίον ζῶντες. Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων πρὸς τὰ κατὰ μέρος ἔθνη καὶ τὰ ὡς ἐπὶ πᾶν αὐτῶν ἰδιώματα κατὰ τὸ κεφαλαιῶδες τοῦτον ἡμῖν ὑποτετυπώσθωσαν τὸν τρόπον. ἐκθησόμεθα δὲ καὶ διὰ τὸ τῆς χρήσεως εὐεπήβολον ἐφ̓ ἑκάστου τῶν δωδεκατημορίων κατὰ ψιλὴν παράθεσιν ἕκαστα τῶν συνοικειουμένων ἐθνῶν ἀκολούθως τοῖς προκατειλεγμένοις περὶ αὐτῶν τὸν τρόπον τοῦτον. Κριός Βρεττανία, Γαλατία, Γερμανία, Βασταρνία περὶ τὸ μέσον Κοίλη Συρία Παλαιστίνη, Ἰδουμαία, Ἰουδαία. Ταῦρος· Παρθία, Μηδία, Περσίς· περὶ τὸ μέσον Κυκλάδες νῆσοι, Κύπρος, παράλια τῆς μικρᾶς Ἀσίας. Δίδυμοι· Ὑρκανία, Ἀρμενία, Ματιανή· περὶ τὸ μέσον Κυρηναϊκή, Μαρμαρική, ἡ κάτω χώρα τῆς Αἰγύπτου. Καρκίνος· Νουμηδία, Καρχηδονία, Ἀφρική· περὶ τὸ μέσον Βιθυνία, Φρυγία, Κολχική. Λέων· Ἰταλία, Γαλλία, Σικελία, Ἀπουλία περὶ τὸ μέσον Φοινίκη, Χαλδαία, Ὀρχηνία. Παρθένος Μεσοποταμία, Βαβυλωνία, Ἀσσυρία· περὶ τὸ μέσον Ἑλλάς, Ἀχαία. Κρήτη. Ζυγός· Βακτριανή, Κασπηρία, Σηρική· περὶ τὸ μέσον Θηβαΐς, Ὄασις, Τρωγλοδυτική. Σκορπίος· Μεταγωνῖτις, Μαυριτανία, Γαιτουλία· περὶ τὸ μέσον Συρία, Κομμαγηνή, Καππαδοκία Τοξότης· Τυρρηνία, Κελτική, Ἱσπανία περὶ τὸ μέσον Ἀραβία ἡ εὐδαίμων. Αἰγόκερως· Ἰνδική, Ἀριανή, Γεδρωσία· περὶ τὸ μέσον Θρᾴκη, Μακεδονία, Ἰλλυρίς. Ὑδροχόος· Σαυροματική, Ὀξειανή, Σουγδιανή· περὶ τὸ μέσον Ἀραβία, Ἀζανία, μέση Αἰθιοπία. Ἰχθῦς· Φαζανία, Νασαμωνῖτις, Γαραμαντική· περὶ τὸ μέσον Λυδία, Κιλικία, Παμφυλία. Ἐκκειμένων δὲ τούτων εὔλογον κἀκεῖνα τούτῳ τῷ μέρει προσθεῖναι, διότι καὶ τῶν ἀπλανῶν ἀστέρων ἕκαστος συνοικειοῦται ταῖς χώραις ὅσαις καὶ τὰ τοῦ ζωδιακοῦ μέρη, μεθʼ ὧν ἔχουσιν οἱ ἀπλανεῖς τὰς προσνεύσεις ἐπὶ τοῦ διὰ τῶν πόλων αὐτοῦ γραφομένου κύκλου, φαίνεται ποιούμενα τὴν συμπάθειαν, καὶ ὅτι ἐπὶ τῶν μητροπόλεων ἐκεῖνοι μάλιστα συμπαθοῦσιν οἱ τόποι τοῦ ζωδιακοῦ καθʼ ὧν ἐν ταῖς καταρχαῖς τῶν κτίσεων αὐτῶν ὡς ἐπὶ γενέσεως ὅ τε ἥλιος καὶ ἡ σελήνη παροδεύοντες ἐτύγχανον καὶ τῶν κέντρων μάλιστα τὸ ὡροσκοποῦν· ἐφʼ ὧν δʼ οἱ χρόνοι τῶν κτίσεων οὐχ εὑρίσκονται, καθʼ ὧν ἐν ταῖς τῶν κατὰ καιρὸν ἀρχόντων ἢ βασιλευόντων γενέσεσιν ἐκπίπτει τὸ μεσουράνημα.Ἔφοδος εἰς τὰς κατὰ μέρος προτελέσεις Τούτων οὕτως προεπεσκεμμένων ἀκόλουθον ἂν εἴη λοιπὸν τὰς τῶν προτελέσεων ἐφόδους κεφαλαιώδως ἐπελθεῖν, καὶ πρῶτον τῶν καθʼ ὅλας περιστάσεις χωρῶν ἢ πόλεων λαμβανομένων. ἔσται δʼ ὁ τρόπος τῆς ἐπισκέψεως τοιοῦτος· ἡ μὲν οὖν πρώτη καὶ ἰσχυροτάτη τῶν τοιούτων συμπτωμάτων αἰτία γίνεται παρὰ τὰς ἐκλειπτικὰς ἡλίου καὶ σελήνης συζυγίας καὶ τὰς ἐν αὐταῖς παρόδους τῶν ἀστέρων. τῆς δὲ προτελέσεως αὐτῆς τὸ μέν τί ἐστι τοπικόν, καθʼ ὃ δεῖ προγινώσκειν ποίαις
χώραις ἢ πόλεσιν αἱ κατὰ μέρος ἐκλείψεις ἢ καὶ τῶν πλανωμένων αἱ κατὰ καιροὺς ἔμμονοι στάσεις· αὗται δέ εἰσι Κρόνου τε καὶ Διὸς καὶ Ἄρεως, ὅταν στηρίζωσι· ποιοῦνται γὰρ τότε τὰς ἐπισημασίας· τὸ δέ τι χρονικόν, καθʼ ὃ τὸν καιρὸν τῶν ἐπισημασιῶν καὶ τῆς παρατάσεως τὴν ποσότητα δεήσει προγινώσκειν· τὸ δέ τι γενικόν, καθʼ ὃ προσήκει λαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα· τελευταῖον δὲ τὸ εἰδικόν, καθʼ ὃ τὴν αὐτοῦ τοῦ ἀποτελεσθησομένου ποιότητα θεωρήσομεν.