Tetrabiblos
Claudius Ptolemaeus
Ptolemy. Tetrabiblos. Robbins, Frank Egleston, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1964 (printing).
Περὶ τῆς τῶν ὡρῶν καὶ δ γωνιῶν δυνάμεως Καὶ τῶν ὡρῶν δὲ τῶν τοῦ ἔτους δ οὐσῶν, ἔαρος τε καὶ θέρους καὶ μετοπώρου καὶ χειμῶνος, τὸ μὲν ἔαρ ἔχει τὸ μᾶλλον ἐν τῷ ὑγρῷ διὰ τὴν κατὰ τὸ παρῳχημένον ψύχος, ἀρχομένης δὲ τῆς θερμασίας, διάχυσιν· τὸ δὲ θέρος τὸ πλέον ἐν τῷ θερμῷ διὰ τὴν τοῦ ἡλίου πρὸς τὸν κατὰ κορυφὴν ἡμῶν τόπον ἐγγύτητα· τὸ δὲ μετόπωρον τὸ μᾶλλον ἐν τῷ ξηρῷ, διὰ τὴν κατὰ τὸ παρῳχημένον καῦμα τῶν ὑγρῶν ἀνάπωτιν· ὁ δὲ χειμὼν τὸ πλέον ἐν τῷ ψυχρῷ διὰ τὸ τὸν ἥλιον πλεῖστον ἀφίστασθαι τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου. διόπερ, καὶ τοῦ ζωδιακοῦ μηδεμιᾶς οὔσης φύσει ἀρχῆς ὡς κύκλου, τὸ ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας ἀρχόμενον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ,
καὶ τῶν ὅλων ἀρχὴν ὑποτίθενται, καθάπερ ἐμψύχου ζῴου τοῦ ζωδιακοῦ τὴν ὑγρὰν τοῦ ἔαρος ὑπερβολὴν προκαταρκτικὴν ποιούμενοι, καὶ ἐφεξῆς τὰς λοιπὰς ὥρας διὰ τὸ καὶ πάντων ζῴων τὰς μὲν πρώτας ἡλικίας τὸ πλέον ἔχειν τῆς ὑγρᾶς οὐσίας, παραπλησίως τῷ ἔαρι ἁπαλὰς οὔσας καὶ ἔτι τρυφεράς· τὰς δὲ δευτέρας τὰς μέχρι τῆς ἀκμαιότητος τὸ πλέον ἔχειν ἐν τῷ θερμῷ παραπλησίως τῷ θέρει· τὰς δὲ τρίτας καὶ ἤδη ἐν παρακμῇ καὶ ἀρχῇ φθίσεως τὸ πλέον ἤδη καὶ αὐτὰς ἔχειν ἐν τῷ ξηρῷ παραπλησίως τῷ μετοπώρῳ· τὰς δὲ ἐσχάτας καὶ πρὸς τῇ διαλύσει τὸ πλέον ἔχειν ἐν τῷ ψυχρῷ καθάπερ καὶ ὁ χειμών. Ὁμοίως δὲ καὶ τῶν δ τοῦ ὁρίζοντος τόπων καὶ γωνιῶν, ἀφʼ ὧν καὶ οἱ καθʼ ὅλα μέρη πνέοντες ἄνεμοι τὰς ἀρχὰς ἔχουσι, ὁ μὲν πρὸς τὰς ἀνατολὰς αὐτός τε τὸ πλέον ἔχει ἐν τῷ ξηρῷ διὰ τὸ κατ̓ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς νυκτὸς ὑγρανθέντα τότε πρῶτον ἄρχεσθαι ξηραίνεσθαι· οἵ τε ἀπʼ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινότερον ἀπηλιώτας καλοῦμεν, ἄνικμοί τέ εἰσι καὶ ξηραντικοί. ὁ δὲ πρὸς μεσημβριαν τόπος αὐτός τέ ἐστι θερμότατος διά τε τὸ πυρῶδες τῶν τοῦ ἡλίου μεσουρανήσεων καὶ διὰ τὸ ταύτας κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν πρὸς μεσημβρίαν μᾶλλον ἀποκλίνειν· οἵ τε ἀπʼ αὐτοῦ πνέοντες ἄνεμοι, οὓς κοινῶς νότους καλοῦμεν, θερμοί τέ εἰσι καὶ μανωτικοί. ὁ δὲ πρὸς ταῖς δυσμαῖς τόπος αὐτός τέ ἐστιν ὑγρὸς διὰ τὸ κατʼ αὐτὸν γινομένου τοῦ ἡλίου τὰ ἀπὸ τῆς ἡμέρας ἀναποθέντα τότε πρῶτον ἄρχεσθαι διυγραίνεσθαι· οἵ τε ἀπʼ αὐτοῦ φερόμενοι ἄνεμοι, οὓς κοινότερον ζεφύρους καλοῦμεν, νεαροί τέ εἰσι καὶ ὑγραντικοί. ὁ δὲ πρὸς ταῖς ἄρκτοις τόπος αὐτός τέ ἐστι ψυχρότατος διὰ τὸ κατὰ τὴν τῆς ἡμετέρας οἰκουμένης ἔγκλισιν τὰς τῆς θερμότητος αἰτίας τῶν τοῦ ἡλίου μεσουρανήσεων πλέον αὐτοῦ διεστάναι, ὥσπερ ἀντιμεσουρανοῦντος· οἵ τε ἀπʼ αὐτοῦ πνέοντες ἄνεμοι, οἱ καλούμενοι κοινῶς βορέαι, ψυχροί τε ὑπάρχουσι καὶ πυκνωτικοί. Χρησίμη δὲ καὶ ἡ τούτων διάληψις πρὸς τὸ τὰς συγκράσεις πάντα τρόπον ἑκάστοτε δύνασθαι διακρίνειν. εὐκατανόητον γὰρ διότι καὶ παρὰ τὰς τοιαύτας καταστάσεις ἤτοι τῶν ὡρῶν ἢ τῶν ἡλικιῶν ἢ τῶν γωνιῶν τρέπεταί πως τὸ ποιητικὸν τῆς τῶν ἀστέρων δυνάμεως, καὶ ἐν μὲν ταῖς οἰκείαις καταστάσεσιν ἀκρατοτέραν τε ἔχουσι τὴν ποιότητα καὶ τὴν ἐνέργειαν ἰσχυροτέραν, οἷον ἐν ταῖς θερμαῖς οἱ θερμαντικοὶ τὴν φύσιν, καὶ ἐν ταῖς ὑγραῖς οἱ ὑγραντικοί, ἐν δὲ ταῖς ἐναντίαις κεκραμένην καὶ ἀσθενεστέραν· ὡς ἐν ταῖς ψυχραῖς οἱ θερμαντικοὶ καὶ ἐν ταῖς ξηραῖς οἱ ὑγραντικοὶ καὶ ἐν ταῖς ἄλλαις δὲ ὡσαύτως κατὰ τὸ ἀνάλογον τῇ διὰ τῆς μίξεως συγκιρναμένῃ ποιότητι.Περὶ τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων ζῳδιων Τούτων δὲ οὕτω προεκτεθέντων ἀκόλουθον ἂν εἴη συνάψαι καὶ τὰς αὐτῶν τῶν τοῦ ζωδιακοῦ δωδεκατημορίων παραδεδομένας φυσικὰς ἰδιοτροπίας. αἱ μὲν γὰρ ὁλοσχερέστεραι καθʼ ἕκαστον αὐτῶν κράσεις ἀνάλογον ἔχουσι ταῖς κατʼ αὐτὰ γινομέναις ὥραις, συνίστανται δέ τινες αὐτῶν ἰδιότητες ἀπό τε τῆς πρὸς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας οἰκειώσεως, ὡς ἐν τοῖς ἐφεξῆς διελευσόμεθα, προτάξαντες τὰς κατὰ τὸ ἀμιγὲς αὐτῶν μόνων τῶν δωδεκατημορίων καθʼ αὑτά τε καὶ πρὸς ἄλληλα θεωρουμένας δυνάμεις. Πρῶται μὲν τοίνυν εἰσὶ διαφοραὶ τῶν καλουμένων τροπικῶν καὶ ἰσημερινῶν καὶ στερεῶν καὶ δισώμων.
δύο μὲν γάρ ἐστι τροπικά, τό τε πρῶτον ἀπὸ τῆς θερινῆς τροπῆς λ μοῖρον, τὸ τοῦ Καρκίνου· καὶ τὸ πρῶτον ἀπὸ τῆς χειμερινῆς τροπῆς, τὸ κατὰ τὸν Αἰγόκερων. ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν. τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐτῶν γινόμενος ὁ ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τὴν κατὰ πλάτος πάροδον, καὶ κατὰ μὲν τὸν Καρκίνον θέρος ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται ἰσημερινά, τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δωδεκατημόριον, τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς τὸ τῶν Χηλῶν, ὠνόμασται δὲ καὶ ταῦτα πάλιν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κατὰ τὰς ἀρχὰς αὐτῶν γινόμενος ὁ ἥλιος ἴσας ποιεῖ πανταχῆ τὰς νύκτας ταῖς ἡμέραις. Τῶν δὲ λοιπῶν ὀκτὼ δωδεκατημορίων τέτταρα μὲν καλεῖται στερεά, τέτταρα δὲ δίσωμα. καὶ στερεὰ μέν ἐστι τὰ ἑπόμενα τοῖς τε τροπικοῖς καὶ τοῖς ἰσημερινοῖς, Ταῦρος, Λέων, Σκορπίος, Ὑδροχόος, ἐπειδὴ τῶν ἐν ἐκείνοις ἀρχομένων ὡρῶν αἵ τε ὑγρότητες καὶ θερμότητες καὶ ξηρότητες καὶ ψυχρότητες, ἐν τούτοις γινομένου τοῦ ἡλίου, μᾶλλον καὶ στερεώτερον ἡμῶν καθικνοῦνται, οὐ τῶν καταστημάτων φύσει γινομένων τότε ἀκρατοτέρων, ἀλλ̓ ἡμῶν ἐγκεχρονικότων αὐτοῖς ἤδη καὶ διὰ τοῦτο τῆς ἰσχύος εὐαισθητότερον ἀντιλαμβανομένων. Δίσωμα δέ ἐστι τὰ τοῖς στερεοῖς ἑπόμενα, Διδυμοι, Παρθένος, Τοξότης, Ἰχθῦς, διὰ τὸ μεταξύ τε εἶναι τῶν στερεῶν καὶ τῶν τροπικῶν καὶ ἰσημερινῶν, καὶ ὥσπερ κεκοινωνηκέναι κατὰ τὰ τέλη καὶ τὰς ἀρχὰς τῆς τῶν δύο καταστημάτων φυσικῆς ἰδιοτροπίας.Περὶ ἀρρενικῶν καὶ θηλυκῶν ζῳδίων Πάλιν δὲ ὡσαύτως ἓξ μὲν τῶν δωδεκατημορίων ἀπένειμαν τῇ φύσει τῇ ἀρρενικῇ καὶ ἡμερινῇ, τὰ δὲ ἴσα τῇ θηλυκῇ καὶ νυκτερινῇ. καὶ ἡ μὲν τάξις αὐτοῖς ἐδόθη παρʼ ἓν διὰ τὸ συνεζεῦχθαι καὶ ἐγγὺς ἀεὶ τυγχάνειν τήν τε ἡμέραν τῇ νυκτὶ καὶ τὸ θῆλυ τῷ ἄρρενι. τῆς δὲ ἀρχῆς ἀπὸ τοῦ Κριοῦ δἰ ἃς εἴπομεν αἰτίας λαμβανομένης, ὡσαύτως δὲ καὶ τοῦ ἄρρενος ἄρχοντος καὶ πρωτεύοντος, ἐπειδὴ καὶ τὸ ποιητικὸν ἀεὶ τοῦ παθητικοῦ πρῶτόν ἐστι τῇ δυνάμει, τὸ μὲν τοῦ Κριοῦ δωδεκατημόριον καὶ ἔτι τὸ τῶν Χηλῶν ἀρρενικὰ ἔδοξε καὶ ἡμερινά, καὶ ἅμα ἐπειδήπερ ὁ ἰσημερινὸς κύκλος δἰ αὐτῶν γραφόμενος τὴν πρώτην καὶ ἰσχυροτάτην τῶν ὅλων φορὰν ἀποτελεῖ· τὰ δὲ ἐφεξῆς αὐτῶν ἀκολούθως τῇ παρʼ ἕν, ὡς ἔφαμεν, τάξει. Χρῶνται δέ τινες τῇ τάξει τῶν ἀρρενικῶν καὶ θηλυκῶν καὶ ἀπὸ τοῦ ἀνατέλλοντος δωδεκατημορίου, ὃ δὴ καλοῦσιν ὡρόσκοπον, τὴν ἀρχὴν τοῦ ἄρρενος ποιούμενοι. ὥσπερ γὰρ καὶ τὴν τῶν
τροπικῶν ἀρχὴν ἀπὸ τοῦ σεληνιακοῦ ζῳδίου λαμβάνουσιν ἔνιοι διὰ τὸ ταύτην τάχιον τῶν ἄλλων τρέπεσθαι, οὕτω καὶ τὴν τῶν ἀρρενικῶν ἀπὸ τοῦ ὡροσκοποῦντος διὰ τὸ ἀπηλιωτικώτερον, καὶ οἱ μὲν ὁμοίως παρʼ ἓν πάλιν τῇ τάξει χρώμενοι, οἱ δὲ καθʼ ὅλα τεταρτημόρια διαιροῦντες καὶ ἑῷα μὲν ἡγούμενοι καὶ ἀρρενικὰ τό τε ἀπὸ τοῦ ὡροσκόπου μέχρι τοῦ μεσουρανοῦντος καὶ τὸ κατʼ ἀντίθεσιν ἀπὸ τοῦ δύνοντος μέχρι τοῦ ὑπὸ γῆν μεσουρανοῦντος, ἑσπέρια δὲ καὶ θηλυκὰ τὰ λοιπὰ δύο τεταρτημόρια. καὶ ἄλλας δέ τινας τοῖς δωδεκατημορίοις προσηγορίας ἐφήρμοσαν ἀπὸ τῶν περὶ αὐτὰ μορφώσεων· λέγω δὲ οἷον τετράποδα καὶ χερσαῖα καὶ ἡγεμονικὰ καὶ πολύσπορα καὶ τὰ τοιαῦτα· ἃς αὐτόθεν τό τε αἴτιον καὶ τὸ ἐμφανιστικὸν ἐχούσας περιττὸν ἡγούμεθα καταριθμεῖν, τῆς ἐκ τῶν τοιούτων διατυπώσεων ποιότητος ἐν αἷς ἂν τῶν προτελέσεων χρησίμη φαίνηται δυναμένης προεκτίθεσθαι.Περὶ τῶν συσχηματιζομένων δωδεκατημορίων Οἰκειοῦται δὲ ἀλλήλοις τῶν μερῶν τοῦ ζωδιακοῦ πρῶτον τὰ συσχηματιζόμενα. ταῦτα δʼ ἐστὶν ὅσα διάμετρον ἔχει στάσιν, περιέχοντα δύο ὀρθὰς γωνίας καὶ ἓξ τῶν δωδεκατημορίων καὶ μοίρας ρπ· καὶ ὅσα τρίγωνον ἔχει στάσιν, περιέχοντα μίαν ὀρθὴν γωνίαν καὶ τρίτον καὶ δʼ δωδεκατημόρια καὶ μοίρας ρκ· καὶ ὅσα τετραγωνίζειν λέγεται, περιέχοντα μίαν ὀρθὴν καὶ γ δωδεκατημόρια καὶ μοίρας (??)· καὶ ἔτι ὅσα ἑξάγωνον ποιεῖται στάσιν, περιέχοντα δίμοιρον μιᾶς ὀρθῆς καὶ β δωδεκατημόρια καὶ μοίρας ξ. Δἰ ἣν δὲ αἰτίαν αὗται μόναι τῶν διαστάσεων παρελήφθησαν ἐκ τούτων ἂν μάθοιμεν. τῆς μὲν γὰρ κατὰ τὸ διάμετρον αὐτόθεν ἐστὶν ὁ λόγος φανερὸς ἐπειδήπερ ἐπὶ μιᾶς εὐθείας ποιεῖται τὰς συναντήσεις. λαμβανομένων δὲ τῶν δύο μεγίστων καὶ διὰ συμφωνίας μορίων τε καὶ ἐπιμορίων, μορίων μὲν πρὸς τὴν τῶν β ὀρθῶν διάμετρον τοῦ τε ἡμίσους καὶ τοῦ τρίτου, τὸ μὲν εἰς δύο τὴν τοῦ
τετραγώνου πεποίηκε, τὸ δὲ εἰς τρία τὴν τοῦ ἑξαγώνου καὶ τὴν τοῦ τριγώνου· ἐπιμορίων δὲ πρὸς τὸ τῆς μιᾶς ὀρθῆς τετράγωνον μεταξὺ λαμβανομένου τοῦ τε ἡμιολίου καὶ τοῦ ἐπιτρίτου, τὸ μὲν ἡμιόλιον ἐποίησε τὴν τοῦ τετραγώνου πρὸς τὴν τοῦ ἑξαγώνου, τὸ δὲ ἐπίτριτον τὴν τοῦ τριγώνου πρὸς τὴν τοῦ τετραγώνου. τούτων μέντοι τῶν σχηματισμῶν οἱ μὲν τρίγωνοι καὶ ἑξάγωνοι σύμφωνοι καλοῦνται διὰ τὸ ἐξ ὁμογενῶν συγκεῖσθαι δωδεκατημορίων ἢ ἐκ πάντων θηλυκῶν ἢ ἀρρενικῶν ἀσύμφωνοι δὲ οἱ τετράγωνοι καὶ οἱ κατὰ διάμετρον διότι κατὰ ἀντίθεσιν τῶν ὁμογενῶν τὴν σύστασιν λαμβάνουσιν.Περὶ προσταττόντων καὶ ἀκουόντων Ὡσαύτως δὲ προστάττοντα καὶ ἀκούοντα λέγεται τμήματα τὰ κατʼ ἴσην διάστασιν ἀπὸ τοῦ αὐτοῦ, ἢ καὶ ὁποτέρου, τῶν ἰσημερινῶν σημείων ἐσχηματισμένα διὰ τὸ ἐν τοῖς ἴσοις χρόνοις ἀναφέρεσθαι καὶ ἐπὶ τῶν ἴσων εἶναι παραλλήλων.
τούτων δὲ τὰ μὲν ἐν τῷ θερινῷ ἡμικυκλίῳ προστάττοντα καλεῖται, τὰ δʼ ἐν τῷ χειμερινῷ ὑπακούοντα, διὰ τὸ κατʼ ἐκεῖνο μὲν γινόμενον τὸν ἥλιον μείζονα ποιεῖν τῆς νυκτὸς τὴν ἡμέραν, κατὰ τοῦτο δὲ ἐλάττω.Περὶ βλεπόντων καὶ ἰσοδυναμούντων Πάλιν δὲ ἰσοδυναμεῖν φασιν ἀλλήλοις μέρη τὰ τοῦ αὐτοῦ καὶ ὁποτέρου τῶν τροπικῶν σημείων τὸ ἴσον ἀφεστῶτα, διὰ τὸ καθʼ ἑκάτερον αὐτῶν τοῦ ἡλίου γινομένου τάς τε ἡμέρας ταῖς ἡμέραις καὶ τὰς νύκτας ταῖς νυξὶ καὶ τὰ διαστήματα τῶν οἰκείων ὡρῶν ἰσοχρόνως ἀποτελεῖσθαι. ταῦτα δὲ καὶ βλέπειν ἄλληλα λέγεται διά τε τὰ προειρημένα καὶ ἐπειδήπερ ἑκάτερον αὐτῶν ἔκ τε τῶν αὐτῶν μερῶν τοῦ ὁρίζοντος ἀνατέλλει καὶ εἰς τὰ αὐτὰ καταδύνει.
Περὶ ἀσυνδέτων Ἀσύνδετα δὲ καὶ ἀπηλλοτριωμένα καλεῖται τμήματα ὅσα μηδένα λόγον ἁπλῶς ἔχει πρὸς ἄλληλα τῶν προκατειλεγμένων οἰκειώσεων. ταῦτα δέ ἐστιν ἃ μήτε τῶν προστάττοντων ἢ ἀκουόντων τυγχάνει μήτε τῶν βλεπόντων ἢ ἰσοδυναμούντων. ἔτι καὶ τῶν ἐκκειμένων τεττάρων σχηματισμῶν,
τοῦ τε διαμέτρου καὶ τοῦ τριγώνου καὶ τοῦ τετραγώνου καὶ τοῦ ἑξαγώνου κατὰ τὸ παντελὲς ἀμέτοχα καταλαμβανόμενα, καὶ ἤτοι δἰ ἑνὸς ἢ διὰ πέντε γινόμενα δωδεκατημορίων, ἐπειδήπερ τὰ μὲν δἰ ἑνὸς ἀπέστραπται ὥσπερ ἀλλήλων καὶ δύο αὐτὰ ὄντα ἑνὸς περιέχει γωνίαν, τὰ δὲ διὰ πέντε εἰς ἄνισα διαιρεῖ τὸν ὅλον κύκλον, τῶν ἄλλων σχηματισμῶν εἰς ἴσα τὴν τῆς περιμέτρου διαίρεσιν ποιουμένων.Περὶ οἴκων ἑκάστου ἀστέρος Συνοικειοῦνται δὲ καὶ οἱ πλάνητες τοῖς τοῦ ζωδιακοῦ μέρεσι κατά τε τοὺς καλουμένους οἴκους καὶ τρίγωνα καὶ ὑψώματα καὶ ὅρια καὶ τὰ τοιαῦτα. καὶ τὸ μὲν τῶν οἴκων τοιαύτην ἔχει φύσιν. ἐπειδὴ γὰρ τῶν ιβ ζῳδίων τὰ βορειότατα καὶ συνεγγίζοντα μᾶλλον τῶν ἄλλων τοῦ κατὰ κορυφὴν ἡμῶν τόπου, θερμασίας τε καὶ ἀλέας διὰ τοῦτο περιποιητικὰ τυγχάνοντα, τό τε τοῦ Καρκίνου ἐστὶ καὶ τὸ τοῦ Λέοντος, τὰ δύο ταῦτα τοῖς μεγίστοις καὶ κυριωτάτοις, τουτέστι τοῖς φωσίν, ἀπένειμαν οἴκους, τὸ μὲν τοῦ Λέοντος ἀρρενικὸν ὂν τῷ ἡλίῳ, τὸ δὲ τοῦ Καρκίνου θηλυκὸν τῇ σελήνῃ. καὶ ἀκολούθως τὸ μὲν ἀπὸ τοῦ Λέοντος μέχρις Αἰγόκερω ἡμικύκλιον ἡλιακὸν ὑπέθεντο, τὸ δὲ ἀπὸ Ὑδροχόου μέχρι Καρκίνου σεληνιακόν, ὅπως ἐν ἑκατέρῳ τῶν ἡμικυκλίων ἓν ζῴδιον καθʼ ἕκαστον τῶν πέντε ἀστέρων οἰκείως ἀπονεμηθῇ, τὸ μὲν πρὸς ἥλιον, τὸ δὲ πρὸς
σελήνην ἐσχηματισμένον. ἀκολούθως ταῖς τῶν κινήσεων αὐτῶν σφαίραις καὶ ταῖς τῶν φύσεων ἰδιοτροπίαις. τῷ μὲν γὰρ τοῦ Κρόνου ψυκτικῷ μᾶλλον ὄντι τὴν φύσιν κατʼ ἐναντιότητα τοῦ θερμοῦ καὶ τὴν ἀνωτάτω καὶ μακρὰν τῶν φωτῶν ἔχοντι ζώνην ἐδόθη τὰ διάμετρα ζῴδια τοῦ τε Καρκίνου καὶ τοῦ Λέοντος, ὅ τε Αἰγόκερως καὶ Ὑδροχόος, μετὰ τοῦ καὶ ταῦτα τὰ δωδεκατημόρια ψυχρὰ καὶ χειμερινὰ τυγχάνειν, καὶ ἔτι τὸν κατὰ διάμετρον συσχηματισμὸν ἀσύμφωνον πρὸς ἀγαθοποιίαν εἶναι. τῷ δὲ τοῦ Διὸς ὄντι εὐκράτῳ καὶ ὑπὸ τὴν τοῦ Κρόνου σφαῖραν ἐδόθη τὰ ἐχόμενα δύο τῶν προκειμένων πνευματικὰ ὄντα καὶ γόνιμα, ὅ τε Τοξότης καὶ οἱ Ἰχθῦς, κατὰ τριγωνικὴν πρὸς τὰ φῶτα διάστασιν, ἥτις ἐστὶ συμφώνου καὶ ἀγαθοποιοῦ σχηματισμοῦ. ἐφεξῆς δὲ τῷ τοῦ Ἄρεως ξηραντικῷ μᾶλλον ὄντι τὴν φύσιν καὶ ὑπὸ τὴν τοῦ Διὸς ἔχοντι τὴν σφαῖραν τὰ ἐχόμενα πάλιν ἐκείνων ἐδόθη δωδεκατημόρια τὴν ὁμοίαν ἔχοντα φύσιν, ὅ τε Σκορπίος καὶ ὁ Κριός, ἀκολούθως τῇ φθαρτικῇ καὶ ἀσυμφώνῳ ποιότητι, τὴν τετράγωνον πρὸς τὰ φῶτα ποιοῦντα διάστασιν. τῷ δὲ τῆς Ἀφροδίτης εὐκράτῳ τε ὄντι καὶ ὑπὸ τὸν τοῦ Ἄρεως τὰ ἐχόμενα ἐδόθη δύο ζῴδια γονιμώτατα ὄντα, αἵ τε Χηλαὶ καὶ ὁ Ταῦρος, τηροῦντα τὴν συμφωνίαν τῆς ἑξαγώνου διαστάσεως, καὶ ἐπειδήπερ οὐ πλέον δύο δωδεκατημορίων ὁ ἀστὴρ οὗτος ἐφʼ ἑκάτερον τὸ πλεῖστον ἀφίσταται τοῦ ἡλίου· ἐπὶ τέλει δὲ τῷ τοῦ Ἑρμοῦ μηδεποτε πλέον ἑνὸς δωδεκατημορίου τὴν ἀπὸ τοῦ ἡλίου ἐφʼ ἑκάτερα διάστασιν ποιουμένῳ καὶ ὑπὸ μὲν τοὺς ἄλλους ὄντι, σύνεγγυς δὲ μᾶλλόν πως ἀμφοτέρων τῶν φωτῶν, τὰ λοιπὰ καὶ συνεχῆ τοῖς ἐκείνων οἴκοις ἐδόθη δύο δωδεκατημόρια τό τε τῶν Διδύμων καὶ τὸ τῆς Παρθένου.Περὶ τριγώνων Ἡ δὲ πρὸς τὰ τρίγωνα συνοικείωσις τοιαύτη τις οὖσα τυγχάνει. ἐπειδὴ γὰρ τὸ τρίγωνον καὶ ἰσόπλευρον σχῆμα συμφωνότατόν ἐστιν ἑαυτῷ καὶ ὁ ζωδιακὸς ὑπὸ τριῶν κύκλων ὁρίζεται, τοῦ τε ἰσημερινοῦ καὶ τῶν δύο τροπικῶν, διαιρεῖται δὲ τὰ ιβ αὐτοῦ μέρη εἰς τρίγωνα ἰσόπλευρα δ, τὸ μὲν πρῶτον, ὅ ἐστι διά τε τοῦ Κριοῦ καὶ τοῦ Λέοντος καὶ τοῦ Τοξότου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ οἴκους ἔχον ἡλίου τε καὶ Ἄρεως καὶ Διός, ἐδόθη τῷ ἡλίῳ καὶ Διὶ παρὰ τὴν αἵρεσιν τὴν ἡλιακὴν ὄντος τοῦ Ἄρεως. λαμβάνει δὲ αὐτοῦ τὴν πρώτην οἰκοδεσποτίαν ἡμέρας μὲν ὁ ἥλιος, νυκτὸς δὲ ὁ τοῦ Διός, καὶ ἔστιν ὁ μὲν Κριὸς μᾶλλον πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Λέων μᾶλλον
πρὸς τῷ θερινῷ, ὁ δὲ Τοξότης πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ προηγουμένως μὲν τοῦτο τὸ τρίγωνον βόρειον, διὰ τὴν τοῦ Διὸς συνοικοδεσποτίαν, ἐπειδήπερ οὗτος γόνιμός τέ ἐστι καὶ πνευματώδης οἰκείως τοῖς ἀπὸ τῶν ἄρκτων ἀνέμοις. διὰ δὲ τὸν τοῦ Ἄρεως οἶκον λαμβάνει μῖξιν τοῦ λιβὸς καὶ συνίσταται βορρολιβυκόν, ἐπειδήπερ ὁ τοῦ Ἄρεως τοιούτων ἐστὶ πνευμάτων ποιητικός, διά τε τὴν τῆς σελήνης αἵρεσιν καὶ τὸ τῶν δυσμῶν τεθηλυσμένον. Τό τε δεύτερον τρίγωνον, ὅ ἐστι διά τε τοῦ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω, συγκείμενον ἐκ τριῶν θηλυκῶν, ἀκολούθως ἐδόθη σελήνῃ τε καὶ Ἀφροδίτῃ, οἰκοδεσποτούσης αὐτοῦ νυκτὸς μὲν τῆς σελήνης, ἡμέρας δὲ τοῦ τῆς Ἄφροδίτης. καὶ ἔστιν ὁ μὲν Ταῦρος πρὸς τῷ θερινῷ κύκλῳ μᾶλλον, ἡ δὲ Παρθένος πρὸς τῷ ἰσημερινῷ, ὁ δὲ Αἰγόκερως πρὸς τῷ χειμερινῷ. γίνεται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν νότιον διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν, ἐπειδήπερ ὁ ἀστὴρ οὗτος τῶν ὁμοίων ἐστὶ πνευμάτων διὰ τὸ θερμὸν καὶ ἔνικμον τῆς δυνάμεως ποιητικός. προσλαβὼν δὲ μῖξιν ἀπηλιώτου διὰ τὸ τὸν τοῦ Κρόνου οἶκον ἐν αὐτῷ τυγχάνειν τὸν Αἰγόκερων συνίσταται καὶ αὐτὸ νοταπηλιωτικὸν κατʼ ἀντίθεσιν τοῦ πρώτου, ἐπειδήπερ καὶ ὁ τοῦ Κρόνου τοιούτων ἐστὶ πνευμάτων ποιητικὸς οἰκειούμενος καὶ αὐτὸς ταῖς ἀνατολαῖς διὰ τὴν πρὸς τὸν ἥλιον αἵρεσιν. Τὸ δὲ τρίτον τρίγωνον ὅ ἐστι τὸ διά τε Διδύμων καὶ Χηλῶν καὶ Ὑδροχόου, ἐκ τριῶν ἀρρενικῶν ζῳδίων συγκείμενον, καὶ πρὸς μὲν τὸν τοῦ Ἄρεως μηδένα λόγον ἔχον, πρὸς δὲ τὸν τοῦ Κρόνου καὶ τὸν τοῦ Ἑρμοῦ διὰ τοὺς οἴκους, τούτοις ἀπενεμήθη, πάλιν οἰκοδεσποτοῦντος ἡμέρας μὲν τοῦ Κρόνου διὰ τὴν αἵρεσιν, νυκτὸς δὲ τοῦ Ἑρμοῦ. καὶ ἔστι τὸ μὲν τῶν Διδύμων δωδεκατημόριον πρὸς τῷ θερινῷ, τὸ δὲ τῶν Χηλῶν πρὸς τῷ ἰσημερινῷ, τὸ δὲ τοῦ Ὑδροχόου πρὸς τῷ χειμερινῷ. συνίσταται δὲ καὶ τοῦτο τὸ τρίγωνον προηγουμένως μὲν ἀπηλιωτικὸν διὰ τὸν τοῦ Κρόνου· κατὰ δὲ τὴν μῖξιν βορραπηλιωτικὸν διὰ τὴν τοῦ Διὸς αἵρεσιν τῷ τοῦ Κρόνου πρὸς τὸ τὸν ἡμερινὸν λόγον συνοικειοῦσθαι. Τὸ δὲ τέταρτον τρίγωνον, ὅ ἐστι διά τε Καρκίνου καὶ Σκορπίου καὶ Ἰχθύων, κατελείφθη μὲν λοιπῷ ὄντι τῷ τοῦ Ἄρεως καὶ λόγον ἔχοντι πρὸς αὐτὸ διὰ τὸν οἶκον τὸν Σκορπίον· συνοικοδεσποτοῦσι δὲ αὐτῷ διά τε τὴν αἵρεσιν καὶ τὸ θηλυκὸν τῶν ζῳδίων νυκτὸς μὲν ἡ σελήνη, ἡμέρας δὲ ὁ τῆς Ἀφροδίτης, καὶ ἔστιν ὁ μὲν Καρκίνος πρὸς τῷ θερινῷ κύκλῳ, ὁ δὲ Σκορπίος πρὸς τῷ χειμερινῷ μᾶλλον, οἱ δὲ Ιχθῦς πρὸς τῷ ἰσημερινῷ. καὶ τοῦτο δὲ τὸ τρίγωνον συνίσταται προηγουμένως μὲν λιβυκὸν διὰ τὴν τοῦ Ἄρεως καὶ τῆς σελήνης οἰκοδεσποτίαν, κατὰ μῖξιν δὲ νοτολιβυκὸν διὰ τὴν τῆς Ἀφροδίτης οἰκοδεσποτίαν.Περὶ ὑψωμάτων Τὰ δὲ καλούμενα τῶν πλανωμένων ὑψώματα λόγον ἔχει τοιόνδε ἐπειδὴ γὰρ ὁ ἥλιος ἐν μὲν τῷ Κριῷ γενόμενος τὴν εἰς τὸ ὑψηλὸν καὶ βόρειον ἡμικύκλιον μετάβασιν ποιεῖται, ἐν δὲ ταῖς Χηλαῖς τὴν εἰς τὸ ταπεινὸν καὶ νότιον, εἰκότως τὸν μὲν Κριὸν ὡς ὕψωμα ἀνατεθήκασιν αὐτῷ καθʼ ὃν ἄρχεται καὶ τὸ τῆς ἡμέρας μέγεθος καὶ τὸ τῆς φύσεως αὐτοῦ θερμαντικὸν αὔξεσθαι, τὰς δὲ Χηλὰς ὡς ταπείνωμα διὰ τὰ ἐναντία. Ὁ δὲ τοῦ Κρόνου πάλιν ἵνα πρὸς τὸν ἥλιον διάμετρον στάσιν ἔχῃ, ὥσπερ καὶ ἐπὶ τῶν οἴκων, τὸν μὲν Ζυγὸν ἀντικειμένως ὡς ὕψωμα ἔλαβε, τὸν δὲ Κριὸν ὡς ταπείνωμα. ὅπου γάρ τὸ θερμὸν αὔξεται, μειοῦται ἐκεῖ τὸ ψυχρόν, καὶ ὅπου ἐκεῖνο μειοῦται, τὸ ψυχρὸν αὔξεται. πάλιν ἐπειδὴ ἐν τῷ ὑψώματι τοῦ ἡλίου ἐν τῷ Κριῷ συνοδεύουσα ἡ σελήνη πρώτην ποιεῖται φάσιν καὶ ἀρχὴν τῆς τοῦ φωτὸς αὐξήσεως καὶ ὡσπερεὶ ὑψώσεως ἐν τῷ τοῦ ἰδίου τριγώνου πρώτῳ ζῳδιῳ τῷ Ταύρῳ, τοῦτο μὲν αὐτῆς ὕψωμα ἐκλήθη, τὸ δὲ διάμετρον τὸ τοῦ Σκορπίου ταπείνωμα Μετὰ ταῦτα δὲ ὁ μὲν τοῦ Διὸς τῶν βορείων καὶ τῶν γονίμων πνευμάτων ἀποτελεστικὸς ὢν ἐν Καρκίνῳ μάλιστα βορειότατος γινόμενος αὔξεται
πάλιν καὶ πληροῖ τὴν ἰδίαν δύναμιν· ὅθεν τοῦτο μὲν τὸ δωδεκατημόριον ὕψωμα πεποιήκασιν αὐτοῦ, τὸν δὲ Αἰγόκερων ταπεινωμα. Ὁ δὲ τοῦ Ἄρεως φύσει καυσώδης ὢν καὶ μᾶλλον ἐν Αἰγόκερῳ διὰ τὸ νοτιώτατον γίνεσθαι καυστικώτερος γινόμενος, καὶ αὐτὸς μὲν εἰκότως ἔλαβεν ὕψωμα κατʼ ἀντίθεσιν τῷ τοῦ Διὸς τὸν Αἰγόκερων, ταπείνωμα δὲ τὸν Καρκίνον. Πάλιν ὁ μὲν τῆς Ἀφροδίτης ὑγραντικὸς ὢν φύσει καὶ μᾶλλον ἐν τοῖς Ἰχθύσι, ἐν οἷς ἡ τοῦ ὑγροῦ ἔαρος ἀρχὴ προσημαίνεται, καὶ αὐτὸς αὐξάνων τὴν οἰκείαν δύναμιν, τὸ μὲν ὕψωμα ἔσχεν ἐν τοῖς Ἰχθύσι, τὸ δὲ ταπείνωμα ἐν τῇ Παρθένῳ. Ὁ δὲ τοῦ Ἑρμοῦ τὸ ἐναντίον μᾶλλον ὑπόξηρος ὢν εἰκότως καὶ κατὰ τὸ ἀντικείμενον ἐν μὲν τῇ Παρθένῳ καθʼ ἣν τὸ ξηρὸν μετόπωρον προσημαίνεται, καὶ αὐτὸς ὥσπερ ὑψοῦται, κατὰ δὲ τοὺς Ἰχθῦς ταπεινοῦται.Περὶ ὁρίων διαθέσεως Περὶ δὲ τῶν ὁρίων δισσοὶ μάλιστα φέρονται τρόποι, καὶ ὁ μέν ἐστιν Αἰγυπτιακός, ὁ πρὸς τὰς τῶν οἴκων ὡς ἐπὶ πᾶν κυρίας· ὁ δὲ Χαλδαϊκός, ὁ πρὸς τὰς τῶν τριγώνων οἰκοδεσποτίας. ὁ μὲν οὖν Αἰγυπτιακὸς ὁ τῶν κοινῶς φερομένων ὁρίων οὐ πάνυ τοι σῴζει τὴν ἀκολουθίαν οὔτε τῆς τάξεως οὔτε τῆς καθʼ ἕκαστον ποσότητος. πρῶτον μὲν γὰρ ἐπὶ τῆς
τάξεως πῂ μὲν τοῖς τῶν οἴκων κυρίοις τὰ πρωτεῖα δεδώκασιν, πῂ δὲ τοῖς τῶν τριγώνων ἐνίοτε δὲ καὶ τοῖς τῶν ὑψωμάτων. ἐπεὶ παραδείγματος ἕνεκεν, εἴ γε τοῖς οἴκοις ἠκολουθήκασι, διὰ τί τῷ τοῦ Κρόνου εἰ τύχοι πρώτῳ δεδώκασιν ἐν Ζυγῷ καὶ οὐ τῷ τῆς Ἀφροδίτης, καὶ διὰ τί ἐν Κριῷ τῷ τοῦ Διὶ καὶ οὐ τῷ τοῦ Ἄρεως; εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι, διὰ τί ἐν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου· τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αἰγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτίας; καὶ ἐπὶ τῆς λοιπῆς διατάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. Δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁριων οὐδεμίαν ἀκολουθίαν ἔχουσα φαίνεται. ὁ γὰρ καθʼ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὅν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεκτον ἔχει λόγον. ἐὰν δὲ καὶ τούτῳ τῷ κατὰ τὴν ἐπισυναγωγὴν ἀριθμῷ πιστεύσωμεν, ὡς ἄντικρυς ὑπʼ Αἰγυπτίων ὁμολογουμένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης, ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος εὑρεθείη. καὶ ὃ πιθανολογεῖν δὲ καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν, ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ̓ ἕκαστον ἀστέρα συσχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψεῦδός ἐστι. πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ τῇ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ, μὴ κατὰ μικρὸν ἐγγὺς οὔσῃ τῆς ἀληθείας· καθʼ ἣν ἐπὶ τοῦ διὰ τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον ἐν λη χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε, δεικνυμένου διὰ τῶν γραμμῶν ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσιν· ἔπειτα καὶ οἱ τοῦτο ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδʼ οὕτω τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων, κατὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι· καί που καὶ μορίοις μορίων ἐχρήσαντο, τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ̓ αὐτοῖς, ὡς ἔφαμεν, ἀληθοῦς ἐχομένοις σκοποῦ. Τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἐπάνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον.Κατὰ Χαλδαίους Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτω δὲ αὐταρκῆ πρός τε τὰς τῶν τριγώνων δεσποτίας ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι ῥαδίως τινὰ ἐπιβαλεῖν αὐταῖς. ἐν μὲν γὰρ τῷ πρώτῳ τριγώνῳ Κριῷ καὶ Λέοντι καὶ Τοξότῃ τὴν αὐτὴν ἔχοντι παρʼ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν, πρῶτος μὲν λαμβάνει ὁ τοῦ τριγώνου κύριος, ὁ τοῦ Διός, εἶθʼ ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, ἐφεξῆς δὲ ὁ τῶν Διδύμων, ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ· τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος, ὁ τοῦ Ἄρεως. ἐν δὲ τῷ δευτέρῳ τριγώνῳ Ταύρῳ καὶ Παρθένῳ καὶ Αἰγόκερῳ πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἶθʼ ὁ τοῦ Κρόνου, πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως,
τελευταῖος δὲ ὁ τοῦ Διός σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται. τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθʼ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει. ἵνα γὰρ καθʼ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η, τῷ δὲ δευτέρῳ ζ, τῷ δὲ τρίτῳ ς, τῷ δὲ τετάρτῳ ε, τῷ δὲ τελευταίῳ δ, συμπληρουμένων οὕτω τῶν κατὰ τὸ ζῴδιον λ μοιρῶν. συνάγονται δὲ καὶ ἐκ τούτων τοῦ μὲν Κρόνου μοῖραι ἡμέρας μὲν οη, νυκτὸς δὲ ξς· τοῦ δὲ Διὸς οβ· τοῦ δὲ Ἄρεως ξθ· τῆς δὲ Ἀφροδίτης οε· τοῦ δὲ Ἑρμοῦ ἡμέρας μὲν ξς, νυκτὸς δὲ οη. γίνονται μοῖραι τξ. Τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα, ὡς ἔφαμεν, τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπὶ πᾶν τὰς μοίρας τῶν ὁρίων ταῖς κατατεταγμέναις ὑπ̓ αὐτῶν παραδειγματικαῖς γενέσεσιν. αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῆ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γένοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον. ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφῳ παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τάξεως καὶ τῆς ποσότητος αὐτῶν μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ. τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μακρὸν ἦν καὶ μετὰ περιττῆς ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι, καὶ μόλις αὐτὴν τὴν τοῦ καθʼ ὅλου προαίρεσιν δυνάμενον ἡμῖν ὑποτυπῶσαι· καὶ ταῦτα συνεφοδιαζούσης καὶ τῆς αὐτῶν τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης. ἔχει γοῦν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον· ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθʼ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθʼ ὅλου μὲν γὰρ ὁ μὲν β τούτων ἔχων ἀστὴρ οἰκοδεσποτίας ἐν τῷ αὐτῷ ζῳδίῳ προτάττεται, κἂν κακοποιὸς ᾖ· ὅπου δὲ τοῦτο οὐ συμβαίνει οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάττονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν δὲ ἐφεξῆς οἱ ἀνὰ δύο ἔχοντες οἰκοδεσποτίας προταττόμενοι τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ. ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης, ἐπεὶ οὐ δίδοται τοῖς φωσὶ ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἱκεία φυλάττεται. ἐπὶ δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης ἑκάστῳ, δίδονται μοῖραι ζ, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε, τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ς, εἰς συμπλήρωσιν τῶν λ. ἐπεὶ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον τριγώνου τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἄν τε ἐν αὐτῷ τῷ ζῳδίῳ ἄν τε ἐν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί. ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τῆς διπλῆς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διος, διὰ τὸ βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη.Περὶ τόπων καὶ μοιρῶν Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τῆς οἰκοδεσποτίας, τόπους καὶ μοίρας ὀνομάσαντες, καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β ἥμισυ, καὶ διδόντες αὐτῶν τὴν κυρίαν τοῖς ἐφεξῆς ζῳδίοις. ἄλλοι δὲ καὶ κατʼ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἑκάστην πάλιν ἀπ̓ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων. ταῦτα μὲν οὖν πιθανὸν καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν. ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν, ὅτι καὶ τὰς τῶν δωδεκατημορίων ἀρχὰς ἀπὸ τῶν ἰσημερινῶν καὶ τῶν τροπικῶν σημείων εὔλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τὰς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν
καὶ οὐκ ἀπʼ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν. ἄλλων μὲν γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ζωδιακοῦ διαστημάτων.Περὶ προσώπων καὶ λαμπηνῶν καὶ τῶν τοιούτων Αἱ μὲν οὖν συνοικειώσεις τῶν ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἶεν τοσαῦται. λέγονται δὲ καὶ ἰδιοπρόσωποι μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ καὶ σελήνην σχηματισμὸν ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους· οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιῇ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος, ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις· λαμπήναις δὲ ἐν ἰδίαις εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων
τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως αὐτῶν αὐξανομένης πρὸς ἐνέργειαν διὰ τὸ ὅμοιον καὶ συμπρακτικὸν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφυοῦς οἰκειότητος. χαίρειν δέ φασιν αὐτοὺς ὅταν κἂν μὴ πρὸς αὐτοὺς ᾖ ἡ συνοικείωσις τῶν περιεχόντων ζῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μᾶλλον οὕτω γινομένης τῆς συμπαθείας. κοινωνοῦσι δὲ ὅμως καὶ κατὰ τὸν αὐτὸν τρόπον τῆς ὁμοιότητος· ὥσπερ ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τὸ τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ζῳδίων κράσεως.