Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

σελήνῃ συμπαρῇ, ποιεῖ δυσὶν ἀδελφαῖς ἢ συγγενέσι συνερχομένους, ἐὰν δὲ ἐπὶ τῶν γυναικῶν τῷ τοῦ Διός, δυσὶν ἀδελφοῖς ἢ συγγενέσιν. μετὰ δὲ τοῦ τοῦ Κρόνου πάλιν ὁ τῆς Ἀφροδίτης τυχὼν ἁπλῶς μὲν ἡδείας καὶ εὐσταθεῖς ποιεῖ τὰς συμβιώσεις, προσόντος δὲ τοῦ τοῦ Ἑρμοῦ καὶ ὠφελίμους, συμπροσγενομένου δὲ καὶ τοῦ τοῦ Ἄρεως ἀστάτους καὶ βλαβερὰς καὶ ἐπιζήλους· κἂν μὲν ὁμοιοσχημονῇ αὐτοῖς, πρὸς ὁμήλικας ποιεῖ τὰς ἐπιπλοκάς, ἂν δὲ ἀνατολικώτερος αὐτῶν, πρὸς νεωτέρας νεωτέρους, ἐὰν δὲ δυτικώτερος πρὸς πρεσβυτέρας ἢ πρεσβυτέρους.