Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ὁ δὲ τῆς Ἀφροδίτης τὸ πράσσειν παρέχων ποιεῖ τοὺς παρ’ ὀσμαῖς a ἀνθέων μύρων οἴνοις ἢ χρώμασιν b ἢ βαφαῖς ἢ ἀρώμασιν ἢ κοσμίοις τὰς πράξεις ἔχοντας, [*](m 179) οἷον μυροπώλας, στεφανοπλόκους c, ἐκδοχέας, οἰνεμπόρους. φαρμακοπώλας, ὑφάντας d, ἀρωματοπώλας, ζωγράφους e, βαφέας, ἱματιοπώλας· κἂν μὲν ὁ τοῦ Κρόνου αὐτῷ μαρτυρήσῃ ρήσῃ ἐμπόρους τῶν πρὸς ἀπόλαυσιν καὶ κόσμον γοήτας f δὲ καὶ φαρμακοὺς καὶ προαγωγοὺς καὶ τοὺς ἐκ τῶν ὁμοίων τούτοις πορίζοντας. ἐὰν δὲ ὁ τοῦ Διὸς ἀθλητάς, στεφανηφόρους, τιμῶν καταξιουμένους g, ὑπὸ θηλυκῶν προσώπων προβιβαζομένους h.