Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
ὁ μὲν οὗν καθ- όλου τύπος τῆς προκειμένης ἐπισκέψεως τοιαύτην τινὰ τὴν αὐξομείωσιν ἔχει τῶν ἀξιωμάτων, τὰς δὲ μεταξὺ τούτων καταστάσεις παμπληθεῖς οὔσας καταστοχαστέον ἀπὸ τῶν περὶ αὐτὸ τὸ εἶδος τῶν τε φώτων καὶ τῆς δορυφορίας αὐτῶν ἐπὶ μέρους ἐναλλοιώσεως καὶ τῆς κυρίας [*](c 46) τῶν δορυφορήσεων·
ταύτης γὰρ περὶ μὲν τοὺς τὴν αἵρεσιν ἔχοντας ἢ τοὺς ἀγαθοποιοὺς συνισταμένης τὸ αὐθεντικώτερον[*](m 177) καὶ ἀπταιστότερον τοῖς ἀξιώμασι παρακολουθεῖ, περὶ δὲ τοὺς ἐναντίους ἢ τοὺς κακοποιοὺς τὸ ὑποτεταγμένον καὶ ἐπισφαλέστερον, καὶ τὸ τῆς ἀξίας δὲ τῆς ἐσομένης εἶδος ἀπὸ τῆς τῶν δορυφορησάντων ἀστέρων ἰδιοτροπίας θεωρητέον, ἐπειδήπερ ὁ μὲν τοῦ Κρόνου τὴν κυρίαν τῆς δορυφορίας ἔχων ἐπὶ πολυκτημοσύνῃ καὶ συναγωγῇ χρημάτων τὰς δυναστείας ποιεῖ, ὁ δὲ τοῦ Διὸς ἦ ὁ τῆς Ἀφροδίτης ἐπὶ χάρισι καὶ δωρεαῖς καὶ τιμαῖς καὶ μεγαλοψυχίαις, ὁ δὲ τοῦ Ἄρεως ἐπὶ στρατηλασίαις καὶ νίκαις καὶ φόβοις τῶν ὑποτεταγμένων, ὁ δὲ τοῦ Ἑρμοῦ διὰ σύνεσιν ἢ παιδείαν καὶ ἐπιμέλειαν καὶ οἰκονομίαν τῶν πραγμάτων.
Ὁ δὲ τῆς πράξεως τὴν κυρίαν ἔχων λαμβάνεται κατὰ τρόπους δύο, ἀπό τε τοῦ ἡλίου καὶ τοῦ μεσουρανοῦντος [*](21 Heph. II 19: CCAG VIII 2, 87 s.; ib. VIII 4, 207218 ib. II 35, 165; Cumont, Egypte; Robert, Etudes 76 ss.) [*](2 τύπος] δὲ τόπος Y 4 καταστάσεις] ἐπαναστάσεις Y 5 τῶν (prius)] τῆς γ 7 δορυφορήσεων VY δορυφοριῶν Σβγ 8 ἀγαθοὺς Y 10 ἢ τοὺς κακοποιοὺς om. Y ὑπο-] ἐπι- Σ 12 δορυφορησάντων VYDSy δορυφορούντων ΣΜ 14 πολυκτημοσύνῃ VY φιλοκτημοσύνῃ Σβγ 16 καὶ τιμαῖς καὶ δωρεαῖς γ καὶ (tert.)] ἢ V 20 τῶν om. γ 21 πράξεως VYDMy πράξεων Σ ποιότητος VEDMy ποσότητος Υ ἐπίσκεψις περὶ τέχνης ἐπιτηδευμάτων S2 i. mg. 22 ὁ om. Y pro rubr. ἔχων VDy ἐπέχων αΜS ἐξ, τε τοῦ Dy τε V τοῦ aMS τοῦ μεσ. VYDSy ἀπὸ τοῦ μεσ. ΣΜ)
ἐὰν δὲ μηδὲ εἷς εὑρίσκηται μήτε φάσιν πεποιημένος μήτε ἐπὶ τοῦ μεσουρανήματος, τὸν κύριον αὐτοῦ παραληπτέον, πρὸς ἐπιτηδεύσεις μέντοι τὰς κατὰ καιρούς· ἄπρακτοι γὰρ ὡς ἐπίπαν οἱ τοιοῦτοι γίνοι ται ὁ μὲν οὗν τῆς πράξεως τὴν οἰκοδεσποτείαν ἀστὴρ λαβὼν οὕτως ἡμῖν διακριθήσεται, τὸ δὲ ποῖον τῶν πράξεων ἔκ τε τῆς ἰδιοτροπίας τῶν τριῶν ἀστέρων Ἄρεως καὶ Ἀφρο- δίτης καὶ Ἑρμοῦ καὶ τῆς τῶν ζῳδίων, έν οἷς ἂν τύχωσι παραπορευόμενοι.