Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον·

δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις [*](m 113) ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·

πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον [*](2 τῷ] τῶν Y πράξεων VYDγ πράξεως EMS τοῦ VαDγ ποῦ Μ τῷ S μεσουρανήματος αMSγ μορίου V μεσουρανοῦντος D 4 τόπον] λόγον Y 5 ἐπάνω om. Σ προεῖπον V 6 πάντας VYMS πάντα Σ πάντας τρόπους Dγ τούτῳ VDγ αὐτῷ αMS 7 προτελέσεως] προτε (lac. 7 litt.) V ἢ Vα ἢ καὶ βγ 11 τε] περὶ V συνοικειούμενοι VYγ κυριευόμενοι Σβ 12 τόποι] χρόνοι S αὐτῶν—δύναμιν] αὐτοῦ καὶ τὴν δύναμιν Υ post σκοπεῖν: πόθεν κρίνωμεν ἢ μέγα καὶ ἰσχυρὸν τὸ ἀποτέλεσμα ἡμῖν Y 13 πρότερον Y ἐνεργῶς Vα ἐναργῶς βγ 10 post οἰκείοις: τοὺς τῆς αἱρέσεως Y 17 ἀνατ. VDγ ἀνατ. μὲν ‘21 ὅταν κοσμικῶς μὲν VY βγ κοσμικῶς μέν, ὅταν Σ Procl. ἐν Σβγ Procl. ἐν τοῖς VY 23 ὦσι om. MS ἀναποδιστικοί] add. in mg. ἤγουν ἀφαιρετικοί v)

115
ἑῷοί εἰσιν ἢ ἑσπέριοι πρός τε τὸν ἥλιον καὶ τὸν ὡροσκόπον, ἐπειδήπερ τὰ μὲν προηγούμενα ἑκατέρου αὐτῶν τεταρτημόρια καὶ τὰ διάμετρα τούτοις ἑῷα γίνεται, τὰ δὲ λοιπὰ καὶ ἑπόμενα ἑσπέρια, καὶ πότερον ἐπὶ τῶν κέντρων τυγχάνουσιν τῶν ἐπαναφορῶν· ἑῷοι μὲν γὰρ ὄντες ἢ ἐπίκεντροι κατ’ ἀρχὰς γίνονται δραστικώτεροι, ἑσπέριοι δὲ ἢ ἐπὶ τῶν ἐπαναφορῶν βραδύτεροι.

[*](c 29v)

Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.

τὰ μὲν γὰρ περὶ τῆς τύχης καὶ κτήσεως αὐτῶν ἐπισκεπτέον ἐκ τῆς δορυφορίας τῶν φώτων, ἐπειδήπερ περιεχόμενα μὲν ὑπὸ τῶν ἀγαθοποιεῖν δυναμένων καὶ τῶν τῆς αὐτῆς αἱρέσεως ἤτοι ἐν τοῖς αὐτοῖς ζῳδίοις καὶ ἐν τοῖς ἐφεξῆς ἐπιφανῆ καὶ λαμ- [*](m 114) πρὰ τὰ περὶ τοὺς γονέας διασημαίνει, καὶ μάλιστα ὅταν τὸν μὲν ἥλιον ἑῷοι δορυφορῶσιν ἄστερες, τὴν δὲ σελή- [*](8 cf. Heph. II 4: CCAG VIII 2, 60; Anonymus ib. VIII 3, 128; ib. VIII 4, 218; ib. II, 187 8.; ib. V 1, 44 f. ‘. Firm. VI 32, Gundel, Trism. 45—49 (capp. XXI—XXII); Mich. Pap. 74, 29 as.) [*](3 τεταρτημορίου Σ, 7 ἐπαναφορῶν VDy ἀναφορῶν aMS βραδύτεροι V βράδιον αβγ 8 tit. hic αMS, infra. post λόγου (v. 12) VDγ 9 τύπος VYDy τόπος ΣMS 10 οὗ ΣMSγ οὖν Υ οὐ VD 11 τρόπον] τόπον Y 15 μητρικῷ] μοιριακῷ V 16 δεῖΣMSγ δὴ VD γὰρ Υ 17 τὰ Σ Procl. τὰς S om. VYDy τῆς om. 7 19 περιεχόμενα recepi ex Q πῶς ἐχόμενα V περιεχόμενοι Σβγ περιχοιμόνοι Υ 21 ἐφεξῆς VYDy ἑξῆς EMS 22 διασημαίνει VY διασημαίνουσι Σβγ 23 διαφοροῦσιν V)

116
νην ἑσπέριοι, καλῶς καὶ αὐτοὶ διακείμενοι, καθ’ ὃν εἰρήκαμεν τρόπον·