Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
εἶτα ὁ περὶ συμβιώσεως γαμικῆς καὶ ὁ περὶ τεκνοποιίας καὶ ὁ περὶ συνεπιπλοκῶν καὶ συναρμογῶν καὶ φίλων, ἑξῆς δ’ ὁ περὶ ξενιτειῶν, τελευταῖος δὲ ὁ περὶ [*](c 29) τῆς τοῦ θανάτου ποιότητος, τῇ μὲν δυνάμει συνοικειούμενος τῷ περὶ χρόνων ζωῆς, τῇ τάξει δ’ εἰκότως ἐπὶ πᾶσι τούτοις τιθέμενος.
ὑπὲρ ὧν ἑκάστου κατὰ τὸ κεφαλαιῶδες ποιησόμεθα τὴν ὑφήγησιν, αὐτὰς τὰς τῆς ἐπισκέψεως πραγματείας μετὰ ψιλῶν τῶν ποιητικῶν δυνάμεων, ὡς ἔφαμεν, ἐκτιθέμενοι, καὶ τὰ μὲν περιέργως ὑπὸ τῶν πολλῶν φλυαρούμενα καὶ μὴ πιθανὸν ἔχοντα λόγον πρὸς τὰς ἀπὸ τῆς πρώτης φύσεως αἰτίας παραπεμπόμενοι, τὰ δὲ ἐνδεχομένην ἔχοντα τὴν κατάληψιν οὐ διὰ κλήρων καὶ ἀριθμῶν ἀναιτιολογήτων, ἀλλὰ δι’ αὐτῆς τῆς τῶν σχηματισμῶν πρὸς τοὺς οἰκείους τόπους θεωρίας ἐπισκεπτόμενοι, καθόλου μέντοι καὶ ἐπὶ πάντων ἁπλῶς, ἵνα [*](m 112) μὴ καθ’ ἕκαστον εἶδος ταυτολογῶμεν.
πρῶτον μὲν χρὴ σκοπεῖν τὸν οἰκειούμενον τόπον τοῦ ζῳδιακοῦ τῷ ζητου- [*](1 ἐπιζητ. VYDγ ζητ. ΣMS 5 χρόνου Σ τῷ om. V ἀστρόφων V 7 ψυχῆς] ψυχικῆς Σ 8.9 κτητικῆς—τύχης om. M 10 ὁ (alt) om. V 11 ὁ om. V συναρμογῶν om. MS καὶ (alt) VY β οm. Σγ 12 ξενιτειῶν VDY (add. λόγος) ξενιτείας ΣMSγ τελ. δὲ V καὶ τελ. αβγ 16 τὴν ὑφ.] τὴν ὑπόθεσιν ἢ τὴν ὑφήγησιν Y 20 παραπεμπ. Y Procl. περιπεμπ. V ἀποπεμπ. Σβγ 21 ἐνδεχομένην αS ἐνδεχόμενα V ἐχομένην DM οὐ om. Y 22 τῶν] διὰ τῶν Y 23 οἰκείως M τόπους om. MS 25 ταυτολογ. Σβγ ταυτολογοῦμεν Y ταῦτα λέγωμεν V 26 σκοπεῖν om. ΣΜ)
μετὰ δὲ ταῦτα πρὸς μὲν τὸ ποῖον τοῦ ἀποτελέσματος σκοπεῖν τάς τε αὐτῶν τῶν οἰκοδεσποτησάντων ἀστέρων φύσεις καὶ τὰς τῶν δωδεκατημορίων, ἐν οἷς εἰσιν αὐτοί τε καὶ οἱ συνοικειούμενοι τόποι, πρὸς δὲ τὸ μέγεθος αὐτῶν σκοπεῖν καὶ τὴν δύναμιν, πότερον ἐνεργῶς τυγχάνουσι διακείμενοι κατά τε αὐτὸ τὸ κοσμικὸν καὶ τὸ κατὰ τὴν γένεσιν ἢ τὸ ἐναντίον·
δραστικώτατοι μὲν γάρ εἰσιν, ὅταν κοσμικῶς μὲν ἐν ἰδίοις ἢ ἐν οἰκείοις ὦσι τόποις, καὶ πάλιν ὅταν ἀνατολικοὶ τυγχάνωσι καὶ προσθετικοὶ τοῖς ἀριθμοῖς, κατὰ γένεσιν δέ, ὅταν ἐπὶ τῶν κέντρων ἣ τῶν ἐπαναφορῶν παροδεύωσι, καὶ μάλιστα τῶν πρώτων· λέγω δὲ τῶν τε κατὰ τὰς ἀναφορὰς καὶ τὰς μεσουρανήσεις· ἀδρανέστατοι δέ, ὅταν κοσμικῶς μὲν ἐν ἀλλοτρίοις ἢ ἀνοικείοις ὦσι τόποις, καὶ δυτικοὶ ἢ ἀναποδιστικοὶ τοῖς δρόμοις [*](m 113) ὦσι, κατὰ γένεσιν δέ, ὅταν ἀποκλίνωσι τῶν κέντρων·
πρὸς δὲ τὸν καθόλου χρόνον τοῦ ἀποτελέσματος, πότερον [*](2 τῷ] τῶν Y πράξεων VYDγ πράξεως EMS τοῦ VαDγ ποῦ Μ τῷ S μεσουρανήματος αMSγ μορίου V μεσουρανοῦντος D 4 τόπον] λόγον Y 5 ἐπάνω om. Σ προεῖπον V 6 πάντας VYMS πάντα Σ πάντας τρόπους Dγ τούτῳ VDγ αὐτῷ αMS 7 προτελέσεως] προτε (lac. 7 litt.) V ἢ Vα ἢ καὶ βγ 11 τε] περὶ V συνοικειούμενοι VYγ κυριευόμενοι Σβ 12 τόποι] χρόνοι S αὐτῶν—δύναμιν] αὐτοῦ καὶ τὴν δύναμιν Υ post σκοπεῖν: πόθεν κρίνωμεν ἢ μέγα καὶ ἰσχυρὸν τὸ ἀποτέλεσμα ἡμῖν Y 13 πρότερον Y ἐνεργῶς Vα ἐναργῶς βγ 10 post οἰκείοις: τοὺς τῆς αἱρέσεως Y 17 ἀνατ. VDγ ἀνατ. μὲν ‘21 ὅταν κοσμικῶς μὲν VY βγ κοσμικῶς μέν, ὅταν Σ Procl. ἐν Σβγ Procl. ἐν τοῖς VY 23 ὦσι om. MS ἀναποδιστικοί] add. in mg. ἤγουν ἀφαιρετικοί v)
Ὁ μὲν οὗν προηγούμενος τύπος τῆς κατ’ εἶδος ἐπισκέψεως, οὗ διὰ παντὸς ἔχεσθαι προσήκει, τοῦτον ἔχει τὸν τρόπον· ἀρξόμεθα δὲ ἤδη κατὰ τὴν ἐκκειμένην τάξιν ἀπὸ πρώτου τοῦ περὶ γονέων λόγου. ὁ μὲν τοίνυν ἥλιος καὶ ὁ τοῦ Κρόνου ἀστὴρ τῷ πατρικῷ προσώπῳ συνοικειοῦνται κατὰ φύσιν, ἡ δὲ σελήνη καὶ ὁ τῆς Ἀφροδίτης τῷ μητρικῷ, καὶ ὅπως ἂν οὗτοι διακείμενοι τυγχάνωσι πρός τε ἀλλήλους καὶ πρὸς τοὺς ἄλλους, τοιαῦτα δεῖ καὶ τὰ περὶ τοὺς γονέας ὑπονοεῖν.