Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

ἔπειτα καὶ [*](4 Heph. I 20, p. 76, 7 7 ib. p. 76, 5 et 10 9 ib. p. 76, 12 15 ib. p. 76,15 22 ib. p. 76, 16/7) [*](3 τῷ—τριγώνῳ γ τῶν—τριγώνων VY β Procl. τῶν κατὰ τὰ τρίγωνα Σ 7 ἂν α MSγ ἂν ἢ VD 10 τὰς Vαγ τὰ MS τὸ D 11 ὅσαις α MS ὅσοις B γ ὅσῳ D 12 οὖσαν V ἐφαίνετο Vβγ Procl. φαίνετο α 16 διαγινώσκειν V βγ γινώσκειν Υ γινώσκεσθαι. Σ 17 κατὰ βγ ὑπὸ α Co 18 ἐν Va om. βγ ἀποτελ. V βγ συναποτελ. α hic glossema τῶν τε ἡλιακῶν τῶν αὐτῶν αὐτῶν Procl. τ. τ. ἡλ. καὶ σεληνιακῶν πανσελ. D) τ. αὐ. β τ. τ. ἡλ. δηλαδὴ καὶ τῶν σελ. Σγ 21 κατὰ VαD om. MSy 23 κέντρα γ Procl. τά τε κέντρα α καὶ τὰ κ. MS)

80
ἐπὶ πόσας ἰσημερινὰς ὥρας ἐν ἑκάστῃ παρατείνει τὸ ἐπισκίασμα τῆς· ἐκλείψεως. τούτων γὰρ ἐξετασθέντων, [*](m 77) ὅσας ἂν ἰσημερινάς ὥρας εὕρωμεν, ἐφ’ ἡλιακῆς μὲν ἐκλείψεως ἐπὶ τοσούτους ἐνιαυτοὺς παραμένειν ὑπονοήσομεν τὸ ἀποτελούμενον, ἐπὶ δὲ σεληνιακῆς ἐπὶ τοσούτους μῆνας, καὶ τῶν καταρχῶν καὶ τῶν ὁλοσχερεστέρων ἐπιτάσεων θεωρουμένων ἐκ τῆς τοῦ ἐκλειπτικοῦ τόπου πρὸς τὰ κέντρα σχέσεως —

πρὸς μὲν γὰρ τῷ ἀπηλιωτικῷ ὁρίζοντι ὁ τόπος ἐκπεσὼν τήν τε καταρχὴν τοῦ συμπτώματος κατὰ τὴν πρώτην τετράμηνον ἀπὸ τοῦ χρόνου τῆς ἐκλείψεως σημαίνει καὶ τὰς ὁλοσχερεῖς ἐπιτάσεις περὶ τὸ πρῶτον τριτημόριον τοῦ καθ’ ὅλην τὴν παράτασιν χρόνου· πρὸς δὲ τῷ μεσουρανήματι κατά τε τὴν δευτέραν τετράμηνον καὶ τὸ μέσον τριτημόριον· πρὸς δὲ τῷ λιβικῷ ὁρίζοντι κατά τε τὴν τρίτην τετράμηνον καὶ τὸ ἔσχατον τριτημόριον —

τῶν δὲ κατὰ μέρος ἀνέσεων καὶ ἐπιτάσεων ἀπό τε τῶν ἀνά μέσον συζυγιῶν, ὅταν κατὰ τῶν τὸ αἴτιον ἐμποιούντων τόπων ἢ τῶν συσχηματιζομένων τόπων αὐτοῖς συμπίπτωσι, καὶ ἀπὸ τῶν ἄλλων παρόδων, ὅταν οἱ ποιητικοὶ τοῦ προτελέσματος ἀστέρες ἀνατολὰς ἢ δύσεις ἢ στηριγμοὺς ἢ ἀκρονύκτους φάσεις ποιῶνται, συσχηματιζόμενοι τοῖς τὴν αἰτίαν ἔχουσι δωδεκατημορίοις. ἐπειδήπερ ἀνατέλλοντες μὲν ἢ στηρίζοντες ἐπιτάσεις [*](m 78) [*](16 Heph. I 20, p. 76, 25) [*](1 ἐπὶ] ὡς ἐπὶ VαS ἰσημερινὰς VαS ἡμερινὰς DMγ τῶν λόγον ἐχουσῶν οἰκήσεων α 3 ἰσημ. VαS ἡμερινὰς DMγ 6 καὶ (prius) V om. αβγ τῶν βγ τῶν μέντοι Va 7 ἐπιτάσεων] περιστάσεων γ θεωρ. Vβγ θεωροῦμεν α 11 σημαίνειν διασημαίνει αβγ ὁλοσχερεῖς] ὅλας ὁλοσχ. α ἐπιτάσεις Vα περιστάσεις βγ 12 καθόλου α 18 τῷ V βγ Procl. τὸ μεσημβρινὸν α ἐν μεσημβρινῷ suprascr. Σ) 19 τόπων VZDy om. YMS παρόδων VY Procl. παρανατελλόντων D γ om. M (add. Ma) S 20 ἀστέρες ἀνατολὰς αγ ἀστ. τῶν πλανομένων ἀνατ. D ἀστέ . . . Μ ρες τῶν πλανωμένων οἵτινες in lac. add. M2) ἀ . . deinde lac. 10 fere litt.) S 22 τὸ αἴτιον V δωδεκατημόριον V)

81
ποιοῦνται τῶν συμπτωμάτων, δύνοντες δὲ καὶ ὑπὸ τὰς αὐγὰς ὄντες ἢ ἀκρονύκτους ποιούμενοι προηγήσεις ἄνεσιν τῶν ἀποτελουμένων ποιοῦσιν.

[*](c 20v)

Τρίτου δὲ ὄντος κεφαλαίου τοῦ γενικοῦ, καθ’ ὃ δεῖ διαλαμβάνειν περὶ ποῖα τῶν γενῶν ἀποβήσεται τὸ σύμπτωμα, λαμβάνεται καὶ τοῦτο διὰ τῆς τῶν ζῳδίων ἰδιοτροπίας καὶ μορφώσεως, καθ’ ὧν ἂν τύχωσιν ὄντες οἵ τε τῶν ἐκλείψεων τόποι καὶ οἱ τὴν οἰκοδεσποτείαν λαβόντες τῶν ἀστέρων τῶν τε πλανωμένων καὶ τῶν ἀπλανῶν τοῦ τε τῆς ἐκλείψεως δωδεκατημορίου καὶ τοῦ κατὰ τὸ κέντρον τὸ πρὸ τῆς ἐκλείψεως.

λαμβάνεται δὲ ἡ τούτων οἱκοδεσποτεία ἐπὶ μὲν τῶν πλανωμένων ἀστέρων οὕτως. ὁ γὰρ τοὺς πλείστους λόγους ἔχων πρὸς ἀμφοτέρους τοὺς ἐκκειμένους τόπους, τόν τε τῆς ἐκλείψεως καὶ τὸν τοῦ ἑπομένου αὐτῷ κέντρου κατά τε τὰς ἔγγιστα φαινομένας συναφὰς ἢ ἀπορροίας καὶ τοὺς λόγον ἔχοντας τῶν συσχηματισμῶν καὶ ἔτι κατὰ τὴν κυρείαν τῶν τε οἴκων καὶ ιριγώνων καὶ ὑψωμάτων ἢ καὶ ὁρίων, ἐκεῖνος λήψεται μόνος τὴν οἰκοδεσποτείαν.

εἰ δὲ μὴ ὁ αὐτὸς εὑρίσκοιτο τῆς τε ἐκλείψεως καὶ τοῦ κέντρου κύριος, ἀλλὰ δύο, τοὺς πρὸς [*](m 70) ἑκάτερον τῶν τόπων τὰς πλείους ἔχοντας ὡς πρόκειται συνοικειώσεις συμπαραληπτέον, προκρινομένου τοῦ τῆς ἐκλείψεως κυρίου. εἰ δὲ πλείους εὑρίσκοιντο καθ’ ἑκάτερον ἐφαμίλλοι, τὸν ἐπικεντρότερον ἤ χρηματιστικώτε- [*](4 Heph. I 20, p. 76, 33) [*](5. 6 διαλαμβάνειν VDM λαβεῖν Y διαλαβεῖν ΣSγ 9 λαβ βγ λαμβάνοντες α 11 κατὰ τὸ κέντρον Va κέντρου βγ Procl. 12 τὸ πρὸ Y τοῦ πρὸ βγ Procl. om. Σ 14 πλείστους βγ πλείους α 16 φαινομένας βγ καὶ τὰς φαιν. V καὶ φαιν. α Procl. 17 λόγον VY λόγους Σβγ 21 ἄλλα δύο βγ δύο V δύο δὲ α τοὺς VY Procl. τὰς Σ τὸν βγ 22 ἔχοντας VY Procl. ἔχοντα Σβγ 24. 25 ἑκάτερον αβγ ἕτερον V 25 χρημ. αβγ σχηματιστικώτερον ρ V)

82
ρον ἢ τῆς αἱρέσεως μᾶλλον ὄντα προκρινοῦμεν εἰς τὴν οἰκοδεσποτείαν.