Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι [*](m 72) καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ ποθηριωδέστεροι [*](2 θηριωδένστεροι Va θηριωδέστατοι βγ 3 σφόδρα om. α 6 Νασαμωνῖτιν VaDy (A ἀσαμ.) νασαμῶτιν MS 8 καθάριοι βγ Procl. καθαροί Va 9 ὡς Ἄμμωνα V βγ τῷ Ἄμμωνι α 10 τοῦ] περὶ τὸ μέσον τοῦ V 11 κυρηνική β 12 μαρμαρικ(??) om. Υ β ἀρραβία β 15 βορρ.] ἀπηλιώτην V Procl. 16 διὰ τοῦτο om. α 19 οἰκοδεσποτείας Σ MSy Procl. οἰκοδεσπότας VYD 20 θεοπρόσπλοκοι VY Procl. θεοπρόσπολοι Σ βγ 22 ἔθεσι Va ἤθεσι βγ 24 δειλοὶ βγ Procl. δεινοὶ α)
καὶ τούτων δὲ οἱ μὲν περὶ τὴν Κυρηναϊκὴν καὶ Μαρμαρικὴν καὶ μάλιστα οἱ περὶ τὴν κάτω χώραν τῆς Αἰγύπτου μᾶλλον συνοικειοῦνται τοῖς Ἰχθύσι καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ οὗτοι διανοητικοί τε καὶ συνετοὶ καὶ εὐεπίβολοι τυγχάνουσι περὶ πάντα καὶ μάλιστα περὶ τὴν τῶν σοφῶν καὶ θείων εὕρεσιν μαγευτικοί τε καὶ κρυφίων μυστηρίων ἐπιτελεστικοὶ καὶ ὅλως ἱκανοὶ περὶ τὰ μαθήματα·