Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·

οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ [*](4 Γαραμ.—Μεταγων. 0m. β 6 συνοικειοῦται VD οῦντα α Μ S γ τριγώνῳ] τριγ. κρώνου(!) V 6.7 Καρκίνου α om γ Σκορπίου V αγ Καρκίνῳ Σκορπίῳ β 7 καὶ Ἰχθύων αγ ἰχθύιν V ἰχθύσιν β 14 σφόδρα om. γ 15 ὡς α ὥστε βγ om. V γίνεσθαι VDy ποιεῖσθαι aMS 18 τυγχάνουσι V βγ ὑπάρχουσι α 20 τὰς ψυχὰς α μαγευτικοί aMSy γαμευτικο(??) VD μαγεύοντες Procl. (cf. 75, 11) 23 καρχήδονα V 25 εὐθενίᾳ Va Procl. ἐλευθερίᾳ βγ 26 πάσῃ βγ πάμπαν α περὶ] ἐπὶ V μεταγων. καὶ hic om. post γαιτουλίαν add. γ)

74
Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ m Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ δὲ περὶ τὴν Φαξνίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.