Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα μιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαξανίαν Νασαμονιτιν [*](m 70) Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου.
διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων.
φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·
οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ [*](4 Γαραμ.—Μεταγων. 0m. β 6 συνοικειοῦται VD οῦντα α Μ S γ τριγώνῳ] τριγ. κρώνου(!) V 6.7 Καρκίνου α om γ Σκορπίου V αγ Καρκίνῳ Σκορπίῳ β 7 καὶ Ἰχθύων αγ ἰχθύιν V ἰχθύσιν β 14 σφόδρα om. γ 15 ὡς α ὥστε βγ om. V γίνεσθαι VDy ποιεῖσθαι aMS 18 τυγχάνουσι V βγ ὑπάρχουσι α 20 τὰς ψυχὰς α μαγευτικοί aMSy γαμευτικο(??) VD μαγεύοντες Procl. (cf. 75, 11) 23 καρχήδονα V 25 εὐθενίᾳ Va Procl. ἐλευθερίᾳ βγ 26 πάσῃ βγ πάμπαν α περὶ] ἐπὶ V μεταγων. καὶ hic om. post γαιτουλίαν add. γ)