Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
διὰ δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατοδιόπερ [*](1 διόπερ V βγ διὸ καὶ α καὶ ὑποπόνηροι αβγ εἰσὶ καὶ οἱ πονηροί V 2 Κασπειρίαν Boll κασπιρίαν VD κασπηρίαν MSy κασπίαν α 3 συρικὴν VY τῷ τε ζυγῷ] ταῖς ABBREV 6 σογ. διανὴν α 7 μᾶλλον om. V 11 κολχ.—καππ. om. V κολχική α κολχίς βγ λυδία λυκία κιλ. V 14 καρκ. σκορπ. V βγ καὶ καρκ. καὶ σκορπ. α l7 ὡς ἐπίπαν om. DMy τὸν τῆς (??) DMy τὴν ABBREV VaS 19 πως om. βγ 22 ὑποπόνηροι βγ Procl. πονηροὶ α ἐν om. γ μισθοφορικαῖς V μισθοφόροις αβ μισθόφοροι γ στρατ. αβ στρατιαῖς V ἐν στρατείαις γ 24 περιπίπτ. V αβ περιβάλλοντες γ)
καὶ τούτων δὲ πάλιν οί μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οί μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν c δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν ἀθηλύντου τῆς φύσεως.
οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον· οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.
[*](2 ὑψοῦται om. α 4 διὰ τοῦτο α διὸ V om. βγ 6 οὔσας] εἶναι γ 8 συνοικειοῦται V 13 καὶ om. V φεύγουσαι V (φυγ-) Σ Procl. φεύγουσι Y (φηγ-) βγ 14 ἀρρενωποὶ βγ θηλυκὰ πάντα V τὸ θῆλυ α τὸ θῆλυ πᾶν β τοῦ θήλεος παντὸς γ τ. δ. μαστῶν Va τοῦ δεξίου μαστοῦ D τὸν δεξιὸν μαστὸν MSy 16 χρειῶν βγ χρήσεων α 17 ἀπογυμνοῦσαι α ἀπογυμνώσει V ἀπογυμνοῦσι δὲ MSy ἀμοτέμνουσι δὲ D ταῦτα τὰ μέρη αβγ τούτων τῶν μερῶν V κατὰ V βγ διὰ α παρατάξεις βγ πράξεις Σ 18 ἐπίδειξιν βγ ἐπιδείκνυσθαι Σ 20 διὸ VDy διόπερ α MS 21 πολυκτήμονες VDy Procl. πολυκτήματοι α Μ)τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα μιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαξανίαν Νασαμονιτιν [*](m 70) Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου.
διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων.
φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·