Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Ἥλιον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι περί τε τὰς διαίτας καθάριοι καὶ εὐάγωγοι, [*](c 18) γοι, σοφοὶ δὲ περὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροι δὲ καὶ φιλοστοργότατοι καὶ ὑπεραποθνῄσκοντες ἑτοίμως τῶν οἰκείων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπίπαν ὁ τοῦ Κρόνου καὶ τοῦ Διὸς ἀνατολικὸς συσχηματισμὸς ἀπεργάζεται.

καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν τιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ [*](10 cf. Boll, Kronos-Helios, ARW. 19, 344; Cumont, Name des Planètes 14) [*](3 Ὑρκ. Ἀρμ. Vβγ τὴν Ἀρμ. Ὑρκ. α ματιανήν Vα μαντειανὴν MS Procl. μαντιανὴν Dy 4 Σηρ.] συρικὴν V σουγδ. Vβ γ Procl. σογδιανήν α 6 συνοικειοῦται V -οῦνται αβγ μὲν om. βγ 10 Ἥλιον Vβγ Procl. ΑΒΒREV α πλουσιώτατοι Vα πλουσιώτεροι βγ 11 καθαροί α εὐάγωγοι Vβγ εὐδιάγωμοι α 12 περὶ – μάγοι V Procl. καὶ μάγοι π. τ. θ. αγ καὶ μάγοι καὶ π. τ. θ. β καὶ τὰ Vα καὶ περὶ τὰ βγ 13 μισοπόνηροι αβγ Procl. καὶ πονηροί V 14 φιλόστοργοι α Procl. 15 οἰκείων βγ Procl. οἰκειωτάτων Vα 16 καθάριοι V καθαροί αβγ 18 ὡς om. V τοῦ Διὸς Boll ὁ τοῦ Διὸς ω ἀνατολικὸς βγ ἀνατολικῶν V ἀνατολικὸν Υ κατὰ ἀνατολικὸν Σ 19 συσχ. Vβγ συσχηματισμὸν Σ σχηματισμὸν Y 20 Ματικνὴν α μαντιανὴν Vγ Procl. μαντειανὴν β 21 συνοικειοῦται VA -οῦνται α β C)

71
τοῦ Ἑρμοῦ, διόπερ εὐκινητότεροι μᾶλλον καὶ ὑποπόνηροι·

τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ [*](m 68) Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη.

τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.