Tetrabiblos

Claudius Ptolemaeus

Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.

καθαρὸς μὲν γὰρ καὶ ἀνεπισκότητος καὶ εὐσταθὴς καὶ ἀνέφελος ἀνατέλλων ἢ δύνων εὐδιεινῆς καταστάσεώς ἐστι δηλωτικός, ποικίλον δὲ τὸν κύκλον ἔχων ἢ ὑπόπυρρον ἢ ἀκτῖνας ἐρυθρᾶς ἀποπέμπων ἤτοι εἰς τά ἔξω ἢ ὡς ἐφ’ ἑαυτὸν κοιλούμενος ἢ τὰ καλούμενα παρήλια νέφη ἐξ, ἑνὸς μέρους ἔχων ἢ σχήματα νεφῶν ὑπόκιρρα καὶ ὡσεὶ μακρὰς ἀκτῖνας ἀπομηκύνων ἀνέμων σφοδρῶν ἐστι σημαντικὸς καὶ τοιούτων, πρὸς ἃς ἂν γωνίας τὰ προειρημένα σημεῖα γένηται.

μέλας δὲ ἢ ὑπόχλωρος ἀνατέλλων ἢ δύνων μετὰ συννεφείας ἢ ἅλως ἔχων περὶ αὑτὸν καθ’ ἓν μέρος ἢ ἐξ ἀμφοτέρων τῶν μερῶν παρήλια νέφη καὶ ἀκτῖνας ἢ ὑποχλώρους ἢ μελαίνας χειμώνων [*](m 101) καὶ ὑετῶν ἐστι δηλωτικός.

τὴν δὲ σελήνην τηρητέον ἐν ταῖς πρὸ τριῶν ἡμερῶν ἢ μετὰ τρεῖς παρόδοις τῶν τε συνόδων καὶ πανσελήνων καὶ διχοτόμων. λεπτὴ μὲν γὰρ καὶ καθαρὰ φαινομένη καὶ μηδὲν ἔχουσα περὶ αὑτὴν εὐδιεινῆς καταστάσεως ἐστι δηλωτική.

λεπτὴ δὲ καὶ ἐρυθρὰ καὶ ὅλον τὸν τοῦ [*](10 Arat. v. 828 κοῖλος 19 Lyd. de ost. 9d (p. 26)) [*](1 τηρητέον βγ παρατηρητέον α μὲν om. VDγ 2 ἡ μερησίας Y πρὸς—3 δύνοντα om. Y 4 σχηματισμοὺς V β συσχημ. αγ Procl. 5 προσημαίνοντος] πρὸς τοὺς αἴνοντας Y 10 κοιλούμενος γ κοιλούμενον V β καλλούμενον Y κλωμένας Σ καλούμενα V βγ λεγόμενα α 12 καὶ om. VD γ ἀπομηκύνων V βγ καταμηκύνων α 13 τῶν τοιούτων Mγ 14 γένηται V βγ γίνηται Σ γίνεται Y μέλας] μέγας Y 15 ἅλως DSγ ἅλων ἄλλως VM 17 ὑποχλώρους V βγ ὑπώχρους α 19 ἡ μερῶν om. MS 20 τρεῖς VY βγ τρεῖς ἡμέρας Σ παρόδοις VαC παρόδων DM παρόδους SA τῶν πανσελήνων V 22 εὐδιεινῆς Σβγ εὐδινῆς VY (-δη-))

102
ἀφωτίστου κύκλον ἔχουσα διαφανῆ καὶ ὅλον ὑποκεκινημένον ἀνέμων ἐστὶ σημαντικὴ καθ’ ὧν ἂν μάλιστα ποιῆται τὴν πρόσνευσιν. μέλαινα δὲ ἢ χλωρὰ καὶ παχεῖα θεωρουμένη χειμώνων καὶ ὄμβρων ἐστὶ δηλωτική.

παρατηρητέον δὲ καὶ τὰς περὶ αὐτὴν γινομένας ἅλως. εἰ μὲν γὰρ μία εἴη καὶ αὐτὴ καθαρὰ καὶ ἠρέμα ὑπομαραινομένη, εὐδιεινὴν κατάστασιν σημαίνει, εἰ δὲ δύο ἢ καὶ τρεῖς εἶεν, χειμῶνας δηλοῦσιν, ὑπόκιρροι μὲν οὖσαι καὶ ὥσπερ ῥηγνύμεναι τοὺς διὰ σφοδρῶν ἀνέμων, ἀχλυώδεις δὲ καὶ παχεῖαι τοὺς διὰ νιφετῶν, ὕπωχροι δὲ μέλαιναι καὶ ῥηγνύμεναι τοὺς δι’ ἀμφοτέρων, καὶ ὅσῳ ἂν πλείους ὦσι τοσούτῳ μείζονας.

καὶ αἱ περὶ τοὺς ἀστέρας δὲ τούς τε πλανωμένους καὶ τοὺς λαμπροὺς τῶν ἀπλανῶν ἅλως συνιστάμεναι ἐπισημαίνουσι τὰ οἰκεῖα τοῖς τε χρώμασιν ἑαυτῶν καὶ ταῖς τῶν ἐναπειλημμένων φύσεσι.

καὶ τῶν ἀπλανῶν δὲ τῶν κατά τι πλῆθος σύνεγγυς ὄντων παρατηρητέον τὰ χρώματα καὶ τὰ μεγέθη. λαμπρότεροι [*](m 102) μὲν γὰρ καὶ μείζονες ὁρώμενοι παρὰ τὰς συνήθεις φαντασίας εἰς ὁποιονδήποτε μέρος ὄντες τοὺς ἀπὸ τοῦ οἰκείου τόπου διασημαίνουσιν.