Tetrabiblos
Claudius Ptolemaeus
Claudius Ptolemaeus. Claudii Ptolemaei opera quae exstant omnia, Volume 3.1. Boll, Franz, and Boer, Emilie, editors. Leipzig: Teubner, 1954.
ταῦτα δὲ ἀπὸ τοῦ συμβεβηκότος εἴληφε τὴν ὀνομασίαν· τρέπεται γὰρ ἐν ταῖς ἀρχαῖς αὐτῶν γινόμενος ὁ ἥλιος, ἐπιστρέφων εἰς τὰ ἐναντία τῶν κατὰ πλάτος παρόδων, κατὰ μὲν τὸν Καρκίνον θέρος ποιῶν, κατὰ δὲ τὸν Αἰγόκερων χειμῶνα. δύο δὲ καλεῖται ἰσημερινὰ τό τε ἀπὸ τῆς ἐαρινῆς ἰσημερίας πρῶτον δωδεκτημόιον, τὸ τοῦ Κριοῦ, καὶ τὸ ἀπὸ τῆς μετοπωρινῆς, [*](m 32) τὸ τῶν Χηλῶν· ὠνόμασται δὲ καὶ ταῦτα πάλιν ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ κατὰ τὰς ἀρχὰς αὐτῶν γινόμενος ὁ ἥλιος ἴσας ποιεῖ πανταχῆ τὰς νύκτας ταῖς ἡμέραις.