Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατʼ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.
καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου ἆθλα φησὶ προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι.
καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν. διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι· ὅρα γὰρ πῶς σχηματοποιεῖται,
καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι· οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι· ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι. ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι.μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπʼ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, διʼ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ὃ ἦν κατʼ αὐτοῦ.