Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κάλλη δὲ προσλαμβάνει ὁ λόγος ὁ ἀφελὴς καὶ ἐκ τόπων, ἂν οὕτω τύχῃ, καὶ ἐξ ἄλλων τῶν παρακολουθούντων, οἷον ὅταν πόλιν λέγῃ μεγάλην καὶ εὐδαίμονα, ὅταν ποταμὸν ἢ ὅθεν ῥεῖ, ὅσον τὸ εὖρος, ἀεὶ τὰ τοιαῦτα κάλλος προστίθησι τῷ λόγῳ. τὸ μὲν οὖν κατʼ εἶδος πάντα διεξιέναι ὅσα τινὶ πρόσεστιν ἢ ποταμῷ ἢ πόλει ἢ πεδίῳ, διαφορεῖ τὴν ἀφέλειαν, τὸ δὲ ἐν τῷ γένει, ἐὰν μεγάλην καὶ εὐδαίμονα, τοῦτο διασώζει καὶ τὸ κάλλος καὶ τὴν ἁπλότητα.
καλὸν δὲ καὶ δριμὺν τὸν λόγον ἐργάζονται καὶ παραθέσεις τῶν ὁμοίων, ὡς ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου ἆθλα φησὶ προὔθηκε καὶ ταῖς ἱππικαῖς τάξεσιν, ἥτις κράτιστα ἱππεύοι.
καὶ αἱ περιεργασίαι δὲ καὶ αἱ σχηματοποιΐαι παρὰ τοῖς ἀφελέσιν ἀφανεῖς εἰσιν. διὰ ταῦτα πολλοῦ ἄξιοί εἰσιν οἱ ἀρχαῖοι· ὅρα γὰρ πῶς σχηματοποιεῖται,
καὶ ταῖς ἱππικαῖς, ἥτις κράτιστα ἱππεύοι· οὐ γὰρ ἦν ὅμοιον εἰπεῖν τοῖς ἱππεῦσι· ταχὺ γὰρ ἀγωνιστικὸν ἐποίει τὸν λόγον, ἀλλὰ ταῖς ἱππικαῖς τάξεσιν, ἥ τις κράτιστα ἱππεύοι. ἐσχηματοποίηται οὖν ἀπὸ τοῦ πλήθους εἰς ἓν καὶ ὤρθωται, καὶ παράκειται τῷ ὁμοίῳ ταῖς ἱππικαῖς, ἥτις ἱππεύοι, καὶ ταῖς ὁπλιτικαῖς, ἥτις ἂν ἄριστα σωμάτων ἔχοι.μέγιστον δὲ ἐν ἀφελεῖ λόγῳ τὸ ὡς ἂν μάλιστα ἀληθινὸν δοκεῖν αὐτόν, φαίνεσθαι καὶ τοιαῦτα εἶναι τὰ λεγόμενα, ὡς ἂν καὶ παντὶ ῥᾴδια ἐνθυμηθῆναι νομίσαι ἄν. τοῦτο δὲ μάλιστα γίνεται, ὅταν ἀπʼ αὐτοῦ τοῦ πράγματος τοῦ εἰσαγομένου ἔννοιαν λαμβάνῃ, οἷον ὡς ἐν τῷ Ἀγησιλάῳ καὶ τὸ τὰ ἐκείνου βούλεσθαι δαπανῶντά φησι μᾶλλον ἢ τὰ τῶν Ἑλλήνων πολεμεῖν. ἐκ γὰρ τοῦ πραχθέντος ὑπὸ τοῦ Ἀγησιλάου, ἔμελλε δὲ τὸ διαβῆναι αὐτὸν εἰς τὴν Ἀσίαν, τὴν ἔννοιαν ταύτην λαβών, διʼ ἧς φρόνιμον αὐτὸν ἐπεδείκνυεν ὄντα, ἀληθῆ μάλιστα ἔδοξε περὶ αὐτοῦ εἰρηκέναι.
ἀληθῆ δὲ ποιεῖ τὸν λόγον καὶ τὸ εἰσαγαγόντα τι ὃ κατὰ σοῦ εἶναι δοκεῖ, ὁμολογῆσαι αὐτὸ καὶ ἐᾶσαι μὴ ἀνελόντα, οἷον εἰ δέ τις ὑμῶν ὁρῶν τοὺς πολεμίους φοβεροὺς εἶναι ὑπείληφεν, ἐμοὶ μὲν ὀρθῶς διανοεῖσθαι δοκεῖ. ἕνεκα γὰρ τοῦ τὰ ἄλλα ἃ διεξῄει ὁ Κῦρος πρὸς τοὺς στρατιώτας, ἀληθῆ δοκεῖν αὐτὸν εἰρηκέναι, τοῦτο οὐχ ὅπως ἀνεῖλεν, ἀλλὰ καὶ συγκατέθετο αὐτῷ, ὃ ἦν κατʼ αὐτοῦ.
καὶ τῷ ἐν διηγήσεσιν εἰσαγαγεῖν τὰ λεγόμενα, κἂν πλαστὰ ᾖ καὶ μικρά, ἀληθῆ δοκεῖ εἶναι· ὡς γὰρ γεγονότα αὐτὰ λέγει.
καὶ τὸ βραχέως δέ τι εἰπεῖν καὶ τὰ πολλὰ παραθεῖναι δυνάμεώς ἐστιν ἀληθινῆς, οἷον καλέσας δέ,
εἶτα τίνα; Ἀράσπην, εἶτα ὅθεν; Μῆδον· εἶτα καὶ τὸ ἕνεκα τῆς γνωρίσεως· ὃς ἦν ἐκ παιδὸς αὐτῷ φίλος· εἶτα [γνωρίσεως] καὶ ἄλλο, ᾧ τὴν στολὴν ἔδωκε.ταῦτα μὲν οὖν ἐξαρκεῖν δοκεῖ πρὸς τὸ καὶ δυνάμει προάγειν τὸν λόγον; μάλιστα δὲ ὅταν τὸ ἀληθὲς κατὰ σοῦ λεγόμενον μὴ ὡς ἀληθὲς ἀποδέξῃ, ἀφελοῦς ἀνδρός ἐστιν, ὡς καὶ ὁ Σωκράτης φησίν, αἰεὶ σὺ ἐπισκώπτεις ἡμᾶς. ἦθος μὲν οὖν πεποίηκε τὸ ὑφειμένον τῆς γνώμης καὶ μὴ καταλαζονεύσασθαι τῷ ἐπαίνῳ τῷ ἐκείνου, ἀλλʼ ὡς σκώμματι αὐτῷ προσέχειν· ὃ γὰρ ἐκεῖνος σπουδάζων εἶπεν, οὗτος ὡς σκωπτόμενος ἐξεδέξατο.
οἰκονομία δὲ λόγου ἐφʼ ἅπαντι ἡ ἁρμόζουσα τάξις καὶ ἡ προσδοκία τῶν λεγομένων καὶ τὸ ἐξηρτῆσθαι ἀλλήλων τὰ νοήματα καὶ τὰ ἐπιχειρήματα ἐχόμενα τοῦ ὑποκειμένου, ἔτι δὲ καὶ τὰ ἄλλα θεωρήματα, ὅσα τῆς ἀφελοῦς οἰκονομίας ἐστί, λέγω δή, ἐὰν μὲν ἓν κεφάλαιον ᾖ, ἄνευ προλήψεως εἰπόντα δεῖ τῶν ὑπὲρ αὐτοῦ ἐνδόξων οὕτως καταθεῖναι τὴν πρόληψιν, προλαβόντα τι κατὰ τοῦ ἀντιδίκου ἐνδόξων· ἔπειθʼ οὕτως, ἐάν τι καὶ ὑπὲρ ἡμῶν αὐτῶν ἐπιφέρωσι, σκόπει· ἐὰν ᾖ πλείω τὰ παρὰ τοῦ ἀντιδίκου, σκοπεῖν δεῖ τὸ πρᾶγμα· ἡ γὰρ αὐτή ἐστι μέθοδος· τὸ μὲν γὰρ κεφάλαιον, ὅτι δεῖ τὰ μὲν τῶν ἐχθρῶν ἀσθενῆ ὄντα ἀποφαίνειν, τὰ δὲ ὑπὲρ ἡμῶν αὐτῶν πολὺ ὑπερέχοντα· δῆλον γάρ ἐστι πᾶσι τὸ πῶς ἂν γένοιτο οὐδὲν ἄλλως ἔχοι.
περὶ δὲ ἑρμηνείας τοσοῦτον ἂν εἴποιμι μήτε ὀνόματι μήτε ῥήματι χρῆσθαι ἄλλως πλὴν τοῖς ἐκ τῶν βιβλίων, καὶ τοῦτο οὕτως ἁπλῶς ἂν εἴποις, μὴ πάντα ἐν πᾶσι τοῖς εἴδεσι τιθέναι, ἀλλὰ [καὶ] κατʼ ἰδίαν ἕκαστον
ἀξιωματικὸν τῆς ἀφελείας, πάθους, ἤθους, θυμοῦ. καὶ τὰ μέρη δὲ τῶν Δημοσθενικῶν πολὺ συμβάλλεται εἰς ἑρμηνείας ἰδέαν, πανταχοῦ δʼ ἐν τῇ φράσει ἀφέλειαν μόνος ὁ Ξενοφῶν ἐργάζεται· θυμὸς γὰρ ἢ πάθος ἢ ὀργὴ ἢ ὀξύτης καὶ τὰ ἄλλα ὅσα κεκίνηται, ἀξιώματος ἢ τραχύτητός ἐστι, παθῶν δὲ μεταβολῆς καὶ προτροπῆς, ὁποίας ὁ Δημοσθένης ἐστὶ γνώμης· τὸ δὲ τοῖς παραδείγμασι χρῆσθαι Σωκρατικόν ἐστιν, οὐ μὴν ἔν γε τῷ πολιτικῷ ἁρμόζει πάνυ τι τοιοῦτο.ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, διʼ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.
δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα διʼ ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται, ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατʼ ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ διʼ ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.
τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς
τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθʼ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατʼ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθʼ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλʼ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλʼ ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλʼ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.
τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.
φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς
πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.