Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἤθη δὲ καὶ εἰρωνεῖαι ἐργάζονται, οἷον ὁπόσα Σωκράτην προσδιαλεγόμενον πεποίηκε καὶ ἀναδιδάσκοντα τοὺς νέους, ὥσπερ αὐτὸν οὐκ εἰδότα, ἀλλʼ ἀναζητοῦντα μᾶλλον.

ἔνια δὲ ὀνόματα καὶ χωρὶς τῶν πραγμάτων ἦθος ἐργάζεται ἐν τοῖς λόγοις, οἷον εἰς καλόν γε ὑμῖν συντετύχηκα. ἐνταῦθα οὐκ ἄλλο τι εἰργάσατο ἦθος ἢ ἡ λέξις, εἰς καλόν γε ὑμῖν συντετύχηκα.

καὶ τὰ συγκριτικὰ δὲ σχήματα πάνυ μέν ἐστι τῆς ἀφελείας καὶ τοῦ συγγραφικοῦ λόγου μᾶλλόν ἐστιν, ἦθος δὲ καὶ αὐτὰ παρέχεται, οἷον μᾶλλον τοῖσδε, ὡς εἰ στρατηγοῖς καὶ ἱππάρχοις καὶ σπουδάρχαις. εἰ δὲ σὺ τὸ ἐναντίον συλλαβὼν ἔλεγες, ὡσεὶ ὅσοι μὲν τοὺς τοιούτους εἶναι λέγονται, οὓς ἂν ὁρῶσιν ἀρχαῖς τε καὶ τιμαῖς καὶ τοιαύταις δυνάμεσι πλέον τι τῶν ἄλλων ὑπεραίροντας, οὔ μοι δοκοῦσιν ὀρθῶς ποιεῖν, Κριτίου μᾶλλον ὁ τοιοῦτος τρόπος ἔδοξεν εἶναι ἤ τινος τῶν ἀρχαίων σοφιστῶν.

λέγω οὖν ὅτι καὶ λέξει ἀνεμφάτῳ χρῆται ὁ ἀφελὴς ἀνὴρ καὶ σχήματι καὶ ῥυθμῷ, ὥσπερ ἔχει καὶ ἐνταῦθα, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τοῦ βίου τελευτήν, ἐβούλετό οἱ τὼ παῖδε ἄμφω παρεῖναι· οὐ γάρ ἐστιν ὁ ῥυθμὸς ὥσπερ ἂν πολιτικοῦ ἀνδρὸς γένοιτο, συνειλκυσμένος καὶ συνειληφὼς τὰ νοήματα. τὰ δὲ ὀρθοῦντα νοήματα δριμύτητα ἔχει ἀντὶ τοῦ πλαγιάζειν· τὸ μὲν γὰρ πλαγιάσαι ἦν, ἀσθενῶν δὲ Δαρεῖος. κινδυνεύει δὲ ἐγγυτάτω εὐτελείας προσιέναι ἡ ἀφέλεια διὰ τὸ πλείστοις ὀνόμασιν ἀνεμφάτως χρῆσθαι, ὡς καὶ ἐνταῦθα τὸ ἠσθένει ψιλὸν ἦν ὄνομα. διὰ τοῦτο αὐτῷ παρετέθη καὶ ἰσοδυναμοῦν, ἵνα ἐκφύγῃ τὴν εὐτέλειαν, ἐπειδὴ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τελευτὴν τοῦ βίου.

ἦθος δὲ ἔχει καὶ σεμνότητα ἢ εἰς θεοὺς εὐσέβειαν ἐμφαίνειν ἢ εἰς φίλους εὐεργεσίας, καὶ μάλιστα

δεῖ καὶ τοῖς τοιούτοις προσέχειν· τὰ γὰρ πλεῖστα καὶ μέγιστα τῶν θεωρημάτων κατὰ ταύτας τὰς ἐννοίας λαμβάνεται. αἱ δὲ ἔννοιαι λαμβάνονται ἐκ τῶν ἐν αὐτῷ, τὸ δὲ καὶ τὰς ἐννοίας ὡς περὶ εὐσεβείας καὶ εὐπειθίας λέγεσθαι πάνυ τῆς προαιρέσεως τῆς τῶν ἀφελῶν· οὐ γὰρ πάνυ, ὥσπερ ἔφην, τοῖς ὑποθετικοῖς χαίρουσι χρώμενοι, εἰ μὴ ἀνάγκη που γένοιτο, οἷον εὐσεβεῖν δεῖ, θεοῖς ἄρχουσι πείθεσθαι, ἀλλʼ ὥσπερ ἐννοίας τινὰς ὑπογράφουσιν ὡς χρὴ ποιεῖν, οὐ διδασκαλικῶς λέγοντες ὅτι οὐ χρὴ τόδε ποιεῖν, ἀλλʼ ἐπὶ τοῦ ὅλου, τοῖς τάδε ποιοῦσι τάδε εἴωθεν ἀποβαίνειν.