Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλʼ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον, εἶθʼ ἑξῆς λέγονται χρήματα. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.
τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον λεγόμενα, πραττόμενα, βουλευόμενα, καὶ τὰ σχήματα πάντα μὲν εἰδέναι τὰ τούτοις πρέποντα, πανταχοῦ δὲ τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.
λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν
εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι. ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλʼ ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.
καὶ τὰ μέν τινα τοιαῦτά ἐστιν ἐννοήματα, ὥστε μηδὲν αὐτοῖς προσυπακούεσθαι, τὰ δέ τινα τοιαῦτα, ὥστε ἦθος ἔχειν καὶ τὸ ἦθος οὐχ ἓν οὐδὲ ἁπλοῦν, ἀλλὰ διάφορον, τὸ μὲν χάριεν ἦθος, τὸ δέ τι ἀγαθὸν ἦθος,
τὸ δὲ γλυκύτητα ἐμφαῖνον, τὸ δὲ χρηστότητα, τὸ δέ τι τοιοῦτόν ἐστιν ἦθος, ὥστε αὐτόθεν πολλὴν σεμνότητα ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο· σεμνῶς μὲν οὖν πάνυ καὶ τῇ ἐννοίᾳ ποιῆσαι τὸ μειράκιον παρὰ τὸν πατέρα καθίσαι. σεμνὰ γὰρ τὰ τοιαῦτα ἐννοήματά ἐστι, μάλιστα δὲ τὸ ἦθος διεφύλαξεν αὐτῷ τὸ μὴ ἐπεξεργασίᾳ χρήσασθαι τῇ παρʼ αὐτοῦ, οἷον εἰ ἔλεγεν, Αὐτόλυκος μὲν οὖν παρὰ τὸν πατέρα ἐκαθέζετο, ὥσπερ ἐχρῆν υἱὸν ὄντα μετὰ πατρός, τὸ δὲ τοιοῦτον πολιτικόν. ἀφῆκεν οὖν ἐμφαίνεσθαι τὸ ἦθος καὶ τὴν σεμνότητα.