Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ τοῖς ὀνόμασι δὲ χαίρουσιν οἱ ἀφελεῖς ἀπὸ ἑτέρου ἐπὶ ἕτερον αὐτὰ μεταφέροντες, ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ ὁ Ξενοφῶν πολλοὺς φησὶν ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο· ὁ γὰρ ἐραστὴς ἄλλου τινὸς δοκεῖ ὄνομα εἶναι. καὶ πάλιν, αὐτοὶ δὲ κατιδόντες τοὺς τῶν Ἑλλήνων ἀκολούθους. πάλιν ἐνταῦθα ἐλάττονι ὀνόματι τοῦ πράγματος ἐχρήσατο· τὸ γὰρ τῶν ἀκολούθων ἐπὶ δούλων μᾶλλον εἴωθε λέγεσθαι, ὁ δὲ τοὺς ἑπομένους καὶ τοὺς τελευταίους τοῦ στρατοπέδου οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι. καὶ ἐν τοῖς Ἀπομνημονεύμασι θαυμάζω οὖν φησὶ πῶς ποτε Σωκράτην ἐπείσθησαν Ἀθηναῖοι περὶ τοὺς θεοὺς μὴ σωφρονεῖν. μετήνεγκεν ἐνταῦθα ὡς ἴδιον τοῦ εἴδους τοῦ λόγου.
δεῖ μέντοι κἀκεῖνο ὁρᾶν, ὅπως ὑφειμένα διὰ τὸ ἀφελὲς τιθεὶς ὀνόματα οὐδὲν ἧττον ἐν τῷ οἰκείῳ τρόπῳ ἐμφαίνει καὶ τὸ μέγεθος τοῦ πράγματος, ὡς καὶ ἐν ἀρχῇ φησι τοῦ λόγου, πολλάκις ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν οἱ γραψάμενοι Σωκράτην ὡς ἄξιος εἴη θανάτου τῇ πόλει· ἡ μὲν γὰρ γραφὴ κατʼ αὐτοῦ τοιάδε τις ἦν· ἀδικεῖ Σωκράτης, οὓς μὲν ἡ πόλις νομίζει θεοὺς οὐ νομίζων, ἕτερα δὲ καὶ τοὺς νέους διαφθείρων. τὸ γὰρ ἐθαύμασα καὶ πολλάκις οὐ μικρῶν ἔμφασίς ἐστιν, ἐδήλωσε δὲ καὶ τὰ ἐπενεχθέντα. πολιτικὸς μὲν οὖν ἀμφοτέρας ἂν εἰρήκει τὰς δυνάμεις οὐχ ἅπαξ, ἀλλὰ πολλάκις· ὁ δὲ τὴν ἁπλῆν δύναμιν εἰπὼν ἠρκέσθη.
οὐκοῦν τὰ μὲν ἐπινοήματα ἔστιν ὅτε ταὐτά, ἡ
δὲ μεταχείρισις τὴν διαφορὰν ποιεῖ τοῦ λόγου. ὁρᾷς δὲ καὶ ἐνταῦθα τὴν ἀφέλειαν τῶν ὀνομάτων. ὄντος γὰρ τοῦ ὑποκειμένου ὀργῆς ἀξίου καὶ ἐπιτιμήσεως· ἡ γὰρ ποιότης αὐτοῦ τοιαύτη, τῷ Σωκράτη τοσούτου ἄξιον ἄνδρα κατακεκρίσθαι, ὅμως οὕτως ἀφελὴς ἀνὴρ πολλάκις φησὶν ἐθαύμασα. καὶ οὐκ εἶπεν ἐφʼ ᾧ τις ἂν ὀργισθείη ἢ ἐφʼ ᾧ ἄξιον ἐπιτιμῆσαι. ἐν γὰρ τῷ ἀφελεῖ λόγῳ οὔτε βία ἐστὶν οὔτε θυμὸς οὔτε σφοδρότης, οὐδὲ ἡ διάθεοις ἡ τῶν πραγμάτων τοιαύτη τίς ἐστιν, οὐδʼ ὡς ἐπισημήνασθαι τὴν φύσιν τοῦ ἐπαγομένου, καὶ τούτῳ μάλιστα χαρακτηρίζεται τὸ εἶδος τοῦ ἀφελοῦς λόγου.καλὸν δὲ καὶ περὶ ὧν τις οἶδεν ὡς ζητοῦντά τι λέγειν. τίσι ποτὲ λόγοις· οὐ γὰρ εἶπεν οὐ κατηγορίαις οὐδὲ συκοφαντίαις, ὃ πολιτικῷ ἥρμοζεν, ἀλλὰ τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν. καὶ τὸ ἐν γένει εἰπεῖν μὴ κατʼ εἶδος Ἄνυτος καὶ Μέλητος, ἀλλʼ οἱ γραψάμενοι Σωκράτην. καὶ ἐπαλλαγαὶ πρέπουσι τῷ ἀφελεῖ λόγῳ, ἀδικεῖ μέν, ἀδικεῖ δέ.
εἶτα καὶ τῶν ἑξῆς αἱ μὲν ἀποδείξεις πολιτικώταται· μάχην γάρ, δοκεῖ, δείκνυσι πρὸς τὰ προσόντα τῷ θαυμάσιον δέ μοι κἀκεῖνο φαίνεται τὸ πεισθῆναί τινας ὡς Σωκράτης τοὺς νέους διέφθειρεν· ὁ δὲ [πρῶτον μὲν] οὐ πρότασιν θεὶς οὕτως ἐπάγει τὰ κατασκευαστικά, ἀλλʼ ἁπλῶς ἐπεξέρχεται τὰ πράγματα, πρῶτον. δεῖ δὲ τὴν μεταχείρισιν τῶν κατασκευαστικῶν ὁρᾶν· πολιτικὸς μὲν γὰρ τὰ ἐν γένει ἂν ἐκλαβὼν ἔλεγεν, ὅπως μὲν ἦν σώφρων, ὅπως δὲ ἐγκρατής, ὅπως δὲ πᾶσι πόνοις ἀντεῖχεν, ὁ δὲ τὰ κατʼ εἶδος γαστρὸς φησὶν ἐγκρατὴς καὶ ἀφροδισίων, καὶ πρὸς χειμῶνα καὶ θέρος πῶς εἶχεν; εἶτα ἔμιξε τὰ μεγάλα τοῖς μικροῖς, πῶς ἂν οὖν ἢ ἀσεβεῖς ἢ παρανόμους ἢ λίχνους ἐποίει;
πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα, καὶ ὅσα τοιαῦτα. οὐ πρέπει ἀνδρὶ πολιτικῷ· καὶ γὰρ εἰ καὶ οἱ πολιτικοὶ χρῶνταί τισιν ἔξωθεν ἐπινοήμασιν, οἷον εἴ τις ἐκ παραδειγμάτων λέγοι ἢ ἐξ ἱστοριῶν ἢ ἐξ ἄλλου τινὸς τοιούτου τρόπου, ἀλλʼ οὖν γε τοῖς προσηρτημένοις πρὸς τὸ πρᾶγμα χρηστέον, ὅθεν εἰώθασι θεραπεύειν τὰ τοιαῦτα ἢ αἰτιολογίαις ἢ ἐπαγγελίαις, οἷον ἓν ἐκ πολλῶν ἵνα τοίνυν γνῶτε ὡς οὐδέ ἐστι τοῦ τῆς πόλεως ἤθους κύριον ποιῆσαι τοιοῦτον νόμον, εἶθʼ ἑξῆς λέγονται χρήματα. ἐν δὲ τῷ ἀφελεῖ ἐπηγμένα νοήματα ἐκ πάντων ἐστὶ σχεδὸν τῶν ἐν τῷ βίῳ. τὰ δὲ προστιθέμενα ἔξωθεν μέγεθος ἐργάζεται ἐν τῷ λόγῳ, ὅταν ἔνδοξον ᾖ ὄνομα ἢ τόπος.
τηρητέον οὖν ἐν παντὶ ὡς οἵ τε ῥυθμοὶ τά τε σχήματα τά τε ὀνόματα πρέποντα τῷ ἀφελεῖ λόγῳ εἴη, τά τε ὁμοιόρυθμα τῶν νοημάτων, οἷον λεγόμενα, πραττόμενα, βουλευόμενα, καὶ τὰ σχήματα πάντα μὲν εἰδέναι τὰ τούτοις πρέποντα, πανταχοῦ δὲ τὸ ἀφελὲς τὸ ἐν αὐτοῖς τηρεῖ.
λέγομεν δὲ ὅτι πολλαχοῦ κοινὰ θεωρήματά ἐστι καὶ τῶν ἀφελῶν καὶ τῶν πολιτικῶν, αὐτίκα τὸ ἐπισημήνασθαι περὶ πραγμάτων ὧν ἂν μέλλῃς λέγειν καὶ τὸ ἐπεσκέφθαι αὐτῶν τὴν φύσιν καὶ τὸ ἀντιπῖπτον πρὸς τὸ ὑπὸ σοῦ λεγόμενον, ὅτι περὶ μικρῶν καὶ φαύλων διαλέγῃ· ἀφελοῦς καὶ τὸ τοιοῦτον, Φίλιππος ὁ γελωτοποιὸς παρῆλθε, καὶ ἔκλαιεν, καὶ ὅτι οἱ ἐν τῷ συμποσίῳ κατακείμενοι ἐγέλων, καὶ ὁ Συρακόσιος θαύματα παρείχετο. ταῦτα γὰρ πάντα κοινά ἐστι καὶ τῶν πολιτικῶν καὶ τῶν ἀφελῶν. ἡ δὲ μεταχείρισις τῶν
εἰσαγομένων ἰδία τοῦ ἀνδρός, ἐπεὶ καὶ ἡ ἐνταῦθα ἐπαγγελία κοινή ἐστιν, οἷς δὲ παραγενόμενος ταῦτα γινώσκω δηλῶσαι βούλομαι. ἀλλὰ τὸ μετὰ τὴν ἐπαγγελίαν οὐκέτι κοινόν, ἀλλὰ καινοπρεπές· ἐπαγγειλάμενος γὰρ οὐκ εἶπε τὸ ἐπακόλουθον τῆς ἐπαγγελίας, ἀλλʼ ἕν τι τῶν περὶ αὐτόν· οἷς μὲν γὰρ παρεγένετο, ταῦτα ἦν τὰ ἐν Καλλίου γενόμενα· ὁ δὲ οὐ ταῦτα λέγει εὐθύς, ἀλλὰ τὴν ἀρχὴν ἐξ ἧς ἤρξατο ταῦτα γίνεσθαι, δοκεῖ δὲ τὸ τοιοῦτο ἀφήγησις εἶναι μᾶλλον.δεῖ δὲ ποικίλον εἶναι καὶ τὸν ἀφελῆ λόγον, μάλιστα ἐν τῷ τοιούτῳ εἴδει, καὶ ὅπου μὲν σεμνότητα ἐργάσασθαι, ὅπου δὲ καὶ περιβολήν, ὅπου δὲ ἀξίωμα, ὅπου δὲ καὶ ἦθος ἐνδείξασθαι καὶ χάριν, ὅπου δὲ καὶ γέλωτα, εἰ οἷόν τε, ὥσπερ ἔχει κἀνταῦθα, φίλιππός τε ὁ γελωτοποιὸς κρούσας τὴν θύραν. τὸ μὲν γὰρ ἦθος χάριεν πάνυ, ὅπερ ἐστὶν ἀφελοῦς λόγου· τὸ γὰρ ἀφαιρεῖν τὰς ἐπιβολὰς καὶ αὐτοῖς χρῆσθαι τοῖς ὀνόμασι καὶ ἀκολουθεῖν τῶν πραγμάτων τῇ φύσει καὶ μὴ δεδιέναι τὴν σμικρότητα αὐτῶν καὶ ταπεινότητα ἁπλῆς ψυχῆς καὶ γενναίας, ὅθεν καὶ λόγων τέχναι εὑρέθησαν, ἐξ ὧν ἐδυνήθη μέγεθος προσλαβεῖν καὶ τὰ μὴ ἔχοντα ἐν αὑτοῖς φύσει μεγέθη, καὶ ποτὲ μὲν τοιαῦτα εἶναι τὰ ἐν αὐτοῖς ἐμφαινόμενα, τὰ δὲ καὶ ψεῦδός τι ἐμφαίνειν, ὥσπερ ἔχει καὶ τοῦτο, ἀεὶ σὺ ἐπισκώπτεις ἡμᾶς, ὅτι σὺ μὲν Πρωταγόρᾳ πολὺ ἀργύριον δέδωκας ἐπὶ σοφίᾳ· τοῦτο γὰρ βραχεῖαν μὲν ἐμφαίνει χάριτα, ἅμα δὲ καὶ κακοήθειαν ἔχει τινά.