Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ
Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι, καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα. τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί. ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο.ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης πᾶσαι αἱ ἀμφʼ αὐτήν. οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ
λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ἀλλʼ ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.τὸ δὲ τοῖς ὀνόμασιν ἀνεμφάτως χρῆσθαι εὐτέλειαν ἐργάζεται. διὸ καὶ τὸν ἀφελῆ λόγον κίνδυνος εἰς εὐτέλειαν περιελθεῖν, ἐγγυτάτω γινόμενον διὰ τὸ καὶ τοιούτοις ὀνόμασι χρῆσθαι. ἔστι τοίνυν ἐκφεύγειν καὶ περιΐστασθαι τὴν εὐτέλειαν τῇ τῶν ἰσοδυναμούντων παραθέσει, οἷον ἐπεὶ δὲ ἠσθένει Δαρεῖος καὶ ὑπώπτευε τὴν τελευτὴν τοῦ βίου. τὸ δὲ καὶ τοῖς ὀνόμασι τοῖς ἐπὶ ἑτέρων πραγμάτων κειμένοις κατὰ μεταφορὰν χρῆσθαι τῶν ἀφελῶν ἐστιν, οἷον πολλοὺς ἐραστὰς τῆς ἑαυτοῦ φιλίας ἐποιήσατο, καὶ πάλιν τοὺς τῶν Ἑλλήνων ἀκολούθους· τοὺς γὰρ τελευταίους τῶν Ἑλλήνων οὐκ ὤκνησεν ἀκολούθους ὀνομάσαι· καὶ τὸ διὰ τοῦ αὐτοῦ ὀνόματος ἔπειθον, ἐπείσθημεν· καὶ διακόψαντα τὰ νοήματα, πρέσβεις ἐπέμψαμεν· τὸ γὰρ λελυμένα ἀπʼ ἀλλήλων προάγειν ἀφελῆ τὸν λόγον ποιεῖ καὶ ἦθός τι ἐμφαίνει, ὡς αὐτὰ γεγενημένα μετὰ τάχους λέγοντος. καὶ ὅσα δὲ ὀνόματα τόπων καὶ χωρίων πρόσφορά ἐστιν ἐν ἀφελεῖ λόγῳ, ταῦτα χρὴ ἐπιλέγεσθαι, ἔτι δὲ τὰ ἥττω ἔχοντα δύναμιν καὶ ἧττον προτιμώμενα, οἷον γυμνάσια, ἱππόδρομοι, ὅταν [δὲ] δὴ καὶ παρατιθῇς ἐπιλεγόμενος γυμνάσια ἀνδρῶν γυμναζομένων, ἱππόδρομοι ἱππέων ἱππαζομένων, ταῦτα πάντα τῆς ἀφελείας. δεῖ δὲ καὶ τὰ ὀνόματα ἐν τῷ ἀφελεῖ λόγῳ μὴ καθʼ ἑνὸς μόνον πράγματος προάγεσθαι, ἀλλὰ καὶ δύο καὶ τρία σημαίνειν, οἷον ἐπειδὴ τὸ [τε] ἀπιέναι εἴδη πλείω ἔχει τινά, πάντα ταῦτα ἐπισκεπτέον· περιέχει γὰρ ἐν αὑτῷ καὶ τὸ πλησίον καὶ τὸ πόρρω καὶ ἐν γῇ καὶ ἐν θαλάσσῃ, καὶ πράγματα ἔχειν καὶ παρέχειν, καὶ ὅλως μυρία ἐστίν, ἃ
σημαίνει. καὶ τὰ τοιαῦτα δὲ τῶν ὀνομάτων, ἐν οἷς περὶ κριθῶν καὶ ἀλεύρων καὶ ἐλαίου ἔστιν εἰπεῖν, ἀφέλειαν δοκεῖ μᾶλλον ἐν τῷ λόγῳ ποιεῖν· περὶ ἧττον γὰρ ἐνδόξων ὁ λόγος γίνεται. πολιτικὸς δὲ ἀνὴρ ὀκνήσειεν ἂν προσελθεῖν τοιούτοις ὀνόμασιν· ὅπου δʼ ἂν προσίῃ, εὖ εἰδέναι χρή, ὅτι ἢ ἐνεργείας ἕνεκα, ἢ ὥστε ἦθος ἐν τῷ λόγῳ γενέσθαι, ἐπικατενεχθήσεται. ὁ ῥυθμὸς δὲ διάφορος ὢν ἀνασώζει τὰ πράγματα, καὶ οὐκ ἔτι ἐστὶν περὶ τὰ ἐννοήματα, ἀλλὰ περὶ τὴν ἀπαγγελίαν ἡ ἀνομοιότης τοῦ λόγου τοῦ πολιτικοῦ· τὸ μὲν γὰρ ἀποτετελεσμένον καὶ ὁλοκλήρως τὸ πολιτικὸν καὶ τῇ ἐννοίᾳ καὶ τῇ ἀπαγγελίᾳ τοιοῦτον εἶναι προσήκει. ἐνίοτε δὲ ἡ μὲν ἔννοια ἀφελής ἐστιν, ἡ δὲ ἀπαγγελία πολιτική, ὡς καὶ ἐν τῷ πρὸς Καλλικλέα ὁ Δημοσθένης, κριθῶν μὲν βρεχθῆναι, καὶ ξηραινομένους ἰδεῖν αὐτὴν μηδὲ τρεῖς μεδίμνους, ἀλεύρων δὲ ὡς ἡμιμέδιμνον· ἐλαίου δὲ ἀποκλιθῆναι κεράμιον φάσκειν, οὐ μέντοι [ταῦτα] παθεῖν γε οὐδέν. καὶ τοῦτο δὲ μετὰ σεμνότητος, ὅπου γε αὐτὸ τὸ κύριον λεχθὲν κινδυνεύει εὐτέλειαν ποιῆσαι, ὥσπερ εἰ ἔλεγες, οὐ μέντοι ἐκχυθῆναί γε, ἐνταῦθα ὁ δὲ ἀντὶ τοῦ κυρίου καὶ τοῦ κατʼ εἶδος ἐν γένει μεταβαλὼν εἶπεν, οὐ μέντοι παθεῖν γε οὐδέν. καὶ τὸ διὰ τῶν αὐτῶν ὀνομάτων ἐπιπλέξαι δοκεῖ μὲν τοῦ ἀφελοῦς εἶναι λόγου, ἐκλύει δὲ τὸν τόνον τοῦ πολιτικοῦ λόγου, ὡς καὶ ἐν τῷ τῆς παραπρεσβείας ὁ Δημοσθένης, τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ Φωκέων πολέμῳ καὶ τῷ κυρίους εἶναι Πυλῶν Φωκέας, ταύτην μέντοι τὴν ἀπὸ τοῦ τόπου καὶ τῶν πραγμάτων ἀσφάλειαν ἐπιφορικῶς ὡς ἐν συμπληρώσει ἐπήνεγκε.καὶ τὸ τὴν γνώμην προλαβεῖν τῆς ἀφελείας ἐστίν, οἷον εὖ εἰδώς, καὶ ἡγούμενος, καὶ νομίζων.
καλὸν δὲ καὶ τὸ ὑποβάλλειν τὰ νοήματα καὶ ὡς ἀπὸ τῆς ἑτέρων γνώμης εἰσάγειν. καὶ μάλιστα αὐτῷ χρῆται ἐν τῇ Παιδείᾳ ὁ Ξενοφῶν ἑκάστοτε λέγων, εἰ μέν τις ὑμῶν τόδε οἴεται.καὶ τὸ μὴ ἐκπεπλῆχθαι ἐφʼ οἷς ἄν τις ἐκπλαγείη, καὶ τὸ μὴ θαυμάζειν τὰ θαύματος ἄξια, ἀλλʼ ἁπλῶς λέγειν τὰ γεγονότα μὴ ἐνσημαίνοντα παρʼ ἑαυτοῦ καὶ τοῦτο τῆς ἀφελείας.
τὸ δὲ καὶ ἀπὸ ὀρθῆς πτώσεως ἄρχεσθαι ἀφελῆ ποιεῖ τὸν λόγον καὶ τὸ κατὰ κόμματα λύειν τὰ νοήματα. πολλάκις δὲ οἱ ἀφελεῖς καὶ ἐπηγμένοις ἔξωθεν παρὰ τὰ ὑποκείμενα χρῶνται τοῖς ἐπινοήμασιν, οἷον οὐδεπώποτε ᾐσθήμεθα τὰς ἀγέλας συστάσας ἐπὶ τὸν νομέα. χρῶνται δὲ καὶ οἱ πολιτικοὶ τοῖς ἔξωθεν ἐπινοήμασιν, οἷον ἱστορίαις ἢ παραδείγμασιν ἀλλὰ θεραπεύουσιν αὐτὰ ἐπαγγελίαις ἢ αἰτιολογίαις.
πρέπουσι δὲ τῷ ἀφελεῖ λόγῳ καὶ ἐπαλλαγαί, οἷον νομίζει οὐ νομίζων, καὶ τὸ ἀπὸ τῶν αὐτῶν ἄρχεσθαι τῆς ἀφελείας ἐστί. τῆς ἀφελείας δὲ καὶ τὸ μὴ τραχέσι χρῆσθαι, ἀλλὰ τοῖς ὑφειμένοις. τραχύτητος μὲν γάρ ἐστιν εἰπεῖν τοῦτο μὲν ἰδίᾳ, τοῦτο δὲ δημοσίᾳ, ὁ δὲ ἀφελὴς οἴκοι φησὶ καὶ ἐπὶ τῶν βωμῶν. καὶ τὸ ταῖς τοιαύταις προθέσεσι χρῆσθαι, οἷον διεθρύλητο γὰρ ἀφελές ἐστι.
καὶ τὰ εὐκτικὰ τῆς ἀφελείας μᾶλλον εἶναι δοκεῖ, ὡς ἄξιος εἴη, καὶ εἰ εὐσεβοῖεν, καὶ ὡς φαίη Σωκράτης, καὶ τὰ τοιαῦτα· καὶ ἐν τῇ Ἀναβάσει ὡς πολεμεῖν τε ἱκανοὶ εἶεν, καὶ τὸ ἑξῆς ἐν τῷ ὁμοίῳ σχήματι καὶ εὐνοϊκῶς ἔχοιεν αὐτῷ. τὰ δὲ εὐκτικὰ καθαρὸν ποιεῖ τὸν λόγον.
καὶ τὸ μὴ ἐπιταχύνειν τὸν τόνον τῆς ἀπαγγελίας, ἀλλʼ ἐπιβραδύνειν καὶ σχολῇ προχωρεῖν τῆς
ἀφελείας, οἷον ἀλλὰ μὴν [οἷον] οὐδὲ ταῦτα ἄν τις ἔχοι μέμψασθαι αὐτούς. καὶ τὰς ἐκβάσεις οἱ μὲν πολιτικοὶ εἰώθασι μᾶλλον κατὰ τὰς τῶν ἀτόπων ἐκβάσεις ἐξετάζειν, καὶ τοῦτο τραχύτητα αὐτοῖς ἐργάζεται, οἱ δὲ ἀφελεῖς κατὰ τὰς τῶν ἀγαθῶν ἀποβάσεις μᾶλλον, οἷον τοῦτο γὰρ οὖν ἄλλης μὲν οὐδεμιᾶς ἀρχῆς.