Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ἔνια δὲ τοῖς μὲν ἀφελέσι καλά, τοῖς δὲ πολιτικοῖς ταπεινά, οἷον τὸ λαγῶν βίον ζῶν· τοῦτο γὰρ ἐπὶ διασυρμῷ μὲν εἴρηται, ἔχει δὲ χώραν· ἄλλως γὰρ
ἐν ἀφελείᾳ ὁ λόγος προάγεται, ἄλλως ἐν εὐτελείᾳ. ὅταν οὖν τι θέλῃς διασῦραι, καθʼ ἓν κόπτων εἴσαγε, οἷον ὡς ὁ Δημοσθένης, ἔξαρχος καὶ ἡγεμὼν καὶ κιττοφόρος. προσήκει δὲ ἐν ἐπιμελείᾳ καὶ διαλόγῳ ἀφέλειαν ἐν λόγῳ μεμῖχθαι ταῖς ἀρχαῖς τοῦ ἀξιώματος. καὶ ἡ εἰς ταὐτὸν κατάληξις, ἀποτεταγμένη μέντοι, ἵνα μὴ διαφθείρῃ τὸν λόγον, ἀφέλειαν ποιεῖ.πάνυ δὲ καλὸν ἐν τοῖς ἀφελέσι τῶν λόγων τὸ τὰς πλάσεις ποιεῖν καὶ ἐνάργειαν θαυμαστὴν ἔχει, οἷον σὺ εἰ ἤθελες πλάσας εἰπεῖν, αὐτὸς δὲ προσῆλθε καὶ εἶπεν ὅτι κατὰ καιρὸν αὐτοῖς ἐντετυχηκὼς εἴη, ὁ δὲ Ξενοφῶν, εἰς καλόν γε ὑμῖν συντετύχηκα· καὶ γὰρ κόπτειν καὶ ἀρχὰς ποιεῖσθαι τῆς ἀφελείας ἐστίν. ἐν δὲ τοῖς τοιούτοις, ὅταν μὲν ἐξαλλάξῃς καὶ ἀπαρτίζων εἰς πολλὰς ἀρχὰς τὸν λόγον ἐπάγῃς, δοκεῖ τῆς καινοπρεπείας καὶ τῆς λεπτοτέρας ἰδέας εἶναι, οἷον ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη ἡ Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, εἶτα ἄλλη ἀρχή, ἐπὶ ταύτῃ Μίδας τὸν σάτυρον ἐθήρασε, καὶ ἄλλη ἀρχή, ὁ [δὲ] τρόπος τῆς θηράσεως, οἴνῳ κίρνησιν αὐτήν. αἱ μὲν οὖν τοιαῦται ἀρχαὶ καὶ τὸ ὀρθοῦν συνεχῶς οὕτω τὸν λόγον τῆς λεπτοτέρας ἰδέας. τοῦ δὲ ἀρχαιοτέρου τρόπου ἀποτείναντα μιᾷ διεξόδῳ τοῦ λόγου τὸ πᾶν διεξελθεῖν· ἐνταῦθα ἦν παρὰ τὴν ὁδὸν κρήνη Μίδου καλουμένη τοῦ Φρυγῶν βασιλέως, ἐφʼ ᾗ λέγεται Μίδας τὸν σάτυρον θηρᾶσαι· καὶ ὁ τρόπος πῶς; οἴνῳ κεράσας αὐτήν· ἀπὸ μιᾶς γὰρ ἀρχῆς εἰς ἓν τέλος συμπεπέρασται ὁ λόγος. καὶ ἔστι τοῦτο τοῦ Ξενοφῶντος τύπου. περὶ τῶν ἀφανῶν πολλάκις εἶπον ὅτι δεῖ ὡς ἐξ ἀκοῆς λέγειν. ἁρμόζει δὲ τοῦτο καὶ τῷ ἀφελεῖ λόγῳ, οἷον ἐλέγετο, καὶ ἐλέγετο Κύρῳ δοῦναι χρήματα πολλά. περὶ τῶν μυθωδῶν, οὐχ ὅτι
ἐγένετο, ἀλλʼ ὅτι λέγεται γενέσθαι. εἴπομεν δὲ ὅτι καὶ αἱ καινοπρέπειαι τῆς ἀφελείας εἰσίν· οὐ χεῖρον οὖν κἀνταῦθα παραδείγματι χρήσασθαι, ὡς ἐν τῇ Ἀναβάσει Κύρου φησὶν ὁ Ξενοφῶν, τὰ Λύκαια ἔθυσε. πάνυ δὲ τοῦτο καινοπρεπὲς καὶ ἰδία τις σύνταξις τὰ Λύκαια ἔθυσε. τῷ γὰρ ὀνόματι τῆς ἑορτῆς οὕτω κέχρηται ὡς αὐτῷ τῷ θυομένῳ, εἰπὼν τὸ γινόμενον κατὰ τοῦ ἐν ᾧ γίνεται καὶ διʼ ὃ γίνεται· θύειν μὲν γὰρ ἐν Λυκαίοις σύνηθες εἰπεῖν, θύειν δὲ τὰ Λύκαια τῆς καινοπρεπείας, οἷον εἰ σὺ λέγοις, ἔθυσε τὰ Παναθήναια καὶ ἔθυσε τὰ Ὀλύμπια· σύνηθές ἐστι λέγειν καὶ θῦσαι θυσίας. [καὶ τοῦτο σύνηθές ἐστι λέγειν.] εἰργασμένου δὲ λόγου ἐστὶ τὸ παρατιθέναι τὰ ἐκ τῶν τόπων, ποῦ καὶ τίνος πλησίον καὶ ὑπὸ τῶν, ὡς καὶ ἐν τῇ Ἀναβάσει ἔχει τῇ Κύρου, ἔστι δὲ καὶ μεγάλου βασιλέως βασίλεια ἐν Κελαιναῖς ἔρυμνα ἐπὶ ταῖς πηγαῖς τοῦ Μαρσύου ποταμοῦ ὑπὸ τῇ ἀκροπόλει. εἶτα ἡ αὐτὴ ἐπανάληψις, ὡς εἶναι καὶ ἄλλην ἀρχήν, ῥεῖ δὲ οὗτος καὶ διὰ τῆς πόλεως καὶ εἰσβάλλει εἰς τὸν Μαίανδρον ποταμόν. καὶ ἄλλο πάλιν ἐκ τοῦ τόπου ἔνδοξον, ἐνταῦθα λέγεται Ἀπόλλων ἐκδεῖραι Μαρσύαν ἐρίσαντά οἱ περὶ σοφίας. ἐκεῖνο μὲν οὖν, ὡς προείπομεν, εἰδέναι δεῖ ἐπὶ τῶν μύθων, ὅτι εἰσάγεται οὐχ ὡς ἐγένετο, ἀλλʼ ὅτι λέγεται γενέσθαι. εἶτα καὶ ἐκεῖνο εἰδέναι δεῖ, ὅτι ἀρχαῖος τρόπος, ἐπειδὰν καὶ σφόδρα ἐπὶ ἐνδόξων πραγμάτων ᾖ, οὐκ ἔχει τὴν αὐτὴν περιέργειαν ἐν ἑαυτῷ, ἀλλʼ ἐξαρκεῖ αὐτῷ τὰ πράγματα εἰπεῖν καὶ ὃν τρόπον ἐπράχθη, μηδὲν περιειργασμένον αὐτοῖς· τὸ γὰρ περιεργάζεσθαι καὶ διατρίβειν ἐν αὐτοῖς ἐνδόξοις οὖσι, τοῦτο ἀπάγει τὸν λόγον ἀπὸ τοῦ τύπου τοῦ ἀρχαίου. ἐνταῦθα λέγεται, μή τι εἶπεν, ἐνταῦθά ἐστι Μαρσύας αὐλητής, Φρὺξ τὸ γένος, ᾧ τοσοῦτον ἐπῄει φρονεῖν. διατριβὴ γὰρ γίνεται καὶ περιέργεια. κἀκεῖνο δὲ ὅρα· ἀνέστρεψε γὰρ τὴν τάξιν· τὸ μὲν γὰρ πρῶτον ἦν εἰπεῖν ὅτι ἤρισεν, εἶτα ὅτι ἡττήθη, εἶτα τί ἔπαθε, τὰ δὲ τοιαῦτα, ὅταν ἀναστρέψῃς τὴν τάξιν καὶ τὸ τελευταῖον πρῶτον θῇς, εἶτα οὕτως ἐφεξῆς τὰ πρὸ τούτου, τάχος ποιήσεις τῷ λόγῳ καὶ κάλλος· ὅταν εἰπόντος ὃ ἔπαθεν ὁ λόγος χητήσῃ διὰ τί ἔπαθεν· ἐρίσας οὐ περὶ αὐλητικῆς ἢ μουσικῆς, ἀλλὰ περὶ σοφίας. καὶ τὸ δέρμα ἄλλος μὲν ἂν εἶπεν ὅτι κρέμαται, ἀλλὰ πάλιν νεαροπρεπές· οὗτος δὲ καὶ τὸ δέρμα κρεμάσαι ἐν τῷ ἄντρῳ, ὅθεν αἱ πηγαί. εἶτα ὡς ἀναγκαῖον καὶ οὐ περιειργασμένον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. ὅρα δὲ καὶ ἐν τούτῳ τὴν ἐγκράτειαν τῶν ἀρχαίων· οὐ γὰρ εἶπε τὸ πάθημα διʼ ὃ τοὔνομα προσέθηκεν τὸ τοῦ Μαρσύου τῷ ποταμῷ, ἢ τὴν συμφορὰν τοῦ αὐλητοῦ· οὐδὲν γὰρ τούτων Ξενοφῶν ποιεῖ, ἀλλʼ ἀρκεῖ αὐτῷ τοσοῦτον μόνον, διὰ δὲ τοῦτο ὁ ποταμὸς καλεῖται Μαρσύας. εἶτα ἄλλη ἀρχὴ ἐξ ἐνδόξου, ἐνταῦθα Ξέρξης, ὅτε ἐκ τῆς Ἑλλάδος ἡττηθεὶς τῇ μάχῃ ἀπεχώρει. ὅρα καὶ ἐνταῦθα τὴν ἐγκράτειαν· οὔτε γὰρ Σαλαμὶς ἐνταῦθα οὔτε στόλος καὶ πλῆθος πεζῶν καὶ τριήρων, οὐδὲ ὅπως ἡττήθη, οὐδὲ ὅπως ἔφυγεν, οὐδὲ ἄλλο οὐδέν, τοσούτων ὄντων τῶν προσόντων Ξέρξῃ, ἀλλὰ ψιλὸν ὅτε ἐκ τῆς Ἑλλάδος. μεμάθηκας οὖν ὅπως οἱ ἀρχαῖοι ἐπεξέρχονται καὶ ὅση ἐν τούτοις ἐγκράτεια.ἐκεῖνο δὲ μάλιστα τήρει ἐν τοῖς νοήμασιν, ὅτι δεῖ τὰ συμπληροῦντα ταμιεύεσθαι καὶ τελευταῖα τιθέναι, ὡς ἂν καὶ σεμνότητος ὁ λόγος μετέχοι. ὅρα δὲ κἀκεῖνο, ὅτι ἐν τοῖς ἀφελέσι λόγοις, κἂν ᾖ τὰ μὲν μείζω καὶ προτιμότερα τῶν πραγμάτων, τὰ δὲ ἐλάττω, αἰεὶ πρότερον τὰ ἐλάττω τιθέναι εἰώθασιν, ὡς καὶ ἐνταῦθα,
μεγάλου ὄντος καὶ ἐνδόξου τοσαῦτα χρήματα Κῦρον δοῦναι τῷ Κλεάρχῳ ὁ δὲ οὐκ ἐπὶ τοῦτο εὐθέως ἦλθεν, ἀλλὰ πρότερον τὸ τῆς γνώμης εἶπεν, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς. ἡ δὲ ἀρχή, Κλέαρχος ἦν Λακεδαιμόνιος φυγάς· τούτῳ συγγενόμενος ὁ Κῦρος ἔχει τινὰ θαυμαστὴν τὸ ὄνομα ἤθους δύναμιν τὸ μὴ εἰπεῖν τούτου πειραθεὶς ὁ Κῦρος ἢ τοῦτον κατιδὼν πολλοῦ ἄξιον ὄντα καὶ στρατηγικώτατον, ἀλλʼ ἁπλῶς τούτῳ συγγενόμενος. καὶ τὸ ἑξῆς δὲ τὸ ἑπόμενον αὐτῷ, ὡς ἂν μάλιστα τὸ ἦθος φανείη, οὕτως ἔχει, ἠγάσθη τε αὐτὸν καὶ δίδωσιν αὐτῷ μυρίους Δαρεικούς.πολλάκις εἴρηκα ὅτι τὰ κατὰ σύγκρισιν τῆς ἀφελείας ἐστίν, οἷον ἐφίλει μᾶλλον τὸν Κῦρον ἢ τὸν βασιλεύοντα Ἀρταξέρξην. ὡς ἔχει καὶ τοῦτο, ὥστε αὐτῷ μᾶλλον φίλους εἶναι ἢ βασιλεῖ. καὶ τὸ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι ὀνόμασι καὶ τὰ μικρότερα ἐπὶ τῶν μεγάλων ὀνομάζειν τοῦ εἴδους τῆς ἀφελείας ἐστίν. ἐν τῇ Ἀναβάσει ἐπὶ τοῦ Κύρου τῶν τε παρʼ ἑαυτῷ βαρβάρων ἐπεμελεῖτο, ἐπὶ μεγάλου πράγματος ὀνομασίαι μικραί· τὸ γὰρ ἐπιμελεῖσθαι οὐκ ἔστιν ἴδιον ἄλλου τινὸς ἢ τῶν μετρίων, καὶ εἴποι ἄν τις οἴκου ἐπιμελεῖται, ἐπὶ στρατοπέδου δὲ ἧττόν ἐστι τοιούτῳ χρήσασθαι ὀνόματι· καὶ ἐν τῷ Ἀγησιλάῳ, καὶ αὐτοῦ κατέμεινε πάλιν ἡδόμενος τῷ ἔργῳ. τὸ γὰρ τοῖς ἧττον ἐμφαντικοῖς χρῆσθαι καὶ μὴ εἰπεῖν, μεγαλοφρονῶν ἢ ἐπηρμένος τῇ νίκῃ, ἀλλʼ ἡδόμενος τῷ ἔργῳ τῆς ἀφελείας.
καὶ ἡ τοῦ χρόνου παραλλαγὴ τῆς ἀφελείας ἐστί· τὸ γὰρ παρεληλυθὸς εἰς τὸν ἐνεστῶτα ὁρίζονται, οἷον Κῦρον δὲ μεταπέμπεται ἀπὸ τῆς ἀρχῆς ἀντὶ τοῦ μετεπέμψατο· ὁ χρόνος γὰρ μεταβληθεὶς τὴν
ἀφέλειαν ἐποιήσατο. δεῖ γάρ ποθʼ ἡμᾶς ὑποθεῖναι τὰ γεγονότα ὡς γινόμενα, οἷον καλεῖ αὐτὸν εἰς τὴν οἰκίαν καὶ διαλέγεται αὐτῷ, ὡς νῦν γινόμενον τὸ πάλαι γεγονός, καὶ ἔστι καινοπρέπεια ἐν τῷ τοιούτῳ.