Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
ὅλως δὲ ὡς ἐγένετο τὰ πράγματα, οὕτω δεῖ καὶ τὰς ἀρχὰς ἐκλαμβάνειν, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες δύο· ἐνταῦθα γὰρ εἰ καὶ μεγάλη ἡ ὑπόθεσις, ἀλλʼ ἡ ἀρχὴ ἀπὸ ψιλῶν τινῶν πραγμάτων ἐστί.
πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.
τὸ δὲ μέγιστον ἁπάντων ἐν τῷ ἀφελεῖ λόγῳ, τὸ ψιλὰ καὶ καθαρῶς τὰ πράγματα προϊέναι καὶ μὴ ἐπισημαίνεσθαι τὰς δυνάμεις καθʼ ἕκαστον· τοῦτο γὰρ πολιτικοῦ ἀνδρὸς τὸ ἐπισημαίνεσθαι, ὅταν μὴ μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ τὴν ποιότητα προστιθῇς, ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ, ὧν ἀμοιρεῖν δεῖ τὴν ἀφέλειαν. αὐτίκα γοῦν ὁ μὲν ἀφελὴς λέγει, παρελθὼν ταῦτα εἶπεν, ὁ δὲ Δημοσθένης, ἀναστὰς εἶπεν πολλῶν, ὦ Ζεῦ καὶ θεοί, θανάτων ἀξίους λόγους.
πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ
Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι, καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα. τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί. ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο.ὅλως δὲ πανταχοῦ, ὁποσαχοῦ ἐν ἐλαχίστῳ πολλὰ πράγματα τὰ λελυμένα εἴρηκε καὶ ἀπήρτικε τὸ νόημα, εὐρύθμως εἴρηκεν, οἷον ἐπεὶ δὲ ἀνέστη, συνανέστησάν με ταύτης πᾶσαι αἱ ἀμφʼ αὐτήν. οὐ μὴν οὐδὲ πολλὰ δεῖ περιλαμβάνειν πράγματα ἐν τῷ ἀφελεῖ
λόγῳ, ὡς ὁ Δημοσθένης ἐποίησεν, εἰ γὰρ ὅθʼ ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες, ἀλλʼ ἐν ὀλίγοις, ὡς ἂν εὐπαρακολούθητος ᾖ μάλιστά σοι ὁ λόγος.