Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κέχρηται δὲ καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.
ἔστι δὲ τοῦτο τὸ θεώρημα ἐν ἁπάσαις ταῖς ἀρχαῖς τῶν λόγων αὐτοῦ, τὸ μὴ εἰπόντα ὥσπερ δεύτερον νόημα εἰσαγαγόντα χωρίσαι τὸ πρῶτον, ἀλλʼ ὑποβάλλειν τὰ ἐξηρτημένα τοῦ νοήματος εὐθέως καὶ ἐπεξιέναι ἐπὶ μακρόν· ἰδίωμα τὸ μὴ μεταβάλλοντα τὴν ποιότητα τοῦ νοήματος οὕτως εἰσαγαγεῖν ἐν γένει πρῶτον, ὅπερ ἄν τις πολιτικὸς ἐποίησεν ἐξαίρων τὸν λόγον τῷ ἀξιώματι, οἷον ἔννοιά ποθʼ ἡμῖν ἐγένετο, ὁποῖον εἶναι συμβέβηκε τὸ κατὰ τὴν τῶν καλῶν φύσιν, εἶτα οὕτως τὸ κατʼ εἶδος, ὅσαι δημοκρατίαι καὶ ὅσαι τυραννίδες. καὶ ἕτερον δὲ τὸ μὴ ἐν ἀποφατικῷ σχήματι, οἷον οὐδέν ἐστι δυσπειθέστερον ἀνθρώπου φύσεως, ἀλλʼ ὡς ἀνθρωπίνως μάλιστα σὺν ἐρωτήσει ἐξήτασεν ἔννοιά ποθʼ ἡμῖν ἐγένετο καὶ τὸ μὴ ἀναβεβλημένῃ δέ, ἀλλὰ συνεστραμμένῃ τῇ λέξει χρῆσθαι ἔννοιά ποθʼ ἡμῖν ἐγένετο τῆς ἀφελείας.
τὸ δὲ ἐπὶ τέλει σοι καὶ τοῦ ὀνόματος καὶ παντὸς λόγου ἱστάσθω ἐν μακρῷ, κρίνεται δὲ τὰ κῶλα αὐτὰ καθʼ ἑαυτά, ὁ δὲ λόγος ἔστω ἀφελής, ὡς κατὰ κῶλα μὲν ἀπαρτιζόμενος, κατὰ δὲ λόγου ἰδέαν ἢ ποιότητα πυκνότητά τινα καὶ συμπλοκὴν καινοπρεπῆ καὶ ἀφελῆ ἐμφαίνων· ταῦτα δʼ ἐξ ἑνὸς ὀνόματος πεποίηται, οἷον ἔννοια ποτὲ ἡμῖν ἐγένετο ἀντὶ τοῦ ἐνεθυμήθημέν ποτε. ἀφέλειαν γὰρ ἡ ὀξεῖα βραχύτης ποιεῖ, ὥστε τοῦ θεωρήματος ἀλλαγέντος ἐξ ἀφελείας γενέσθαι τραχύτητα συμβαίνει ἢ ἀξίωμα, τὸ πόθεν γίνεται ἀξίωμα πρᾷόν τι εἶναι.
ὅλως δὲ ὡς ἐγένετο τὰ πράγματα, οὕτω δεῖ καὶ τὰς ἀρχὰς ἐκλαμβάνειν, οἷον Δαρείου καὶ Παρυσάτιδος γίνονται παῖδες δύο· ἐνταῦθα γὰρ εἰ καὶ μεγάλη ἡ ὑπόθεσις, ἀλλʼ ἡ ἀρχὴ ἀπὸ ψιλῶν τινῶν πραγμάτων ἐστί.
πλεῖστον δὲ διαφέρει πρὸς τὸ εἶδος τῶν λόγων ἑκατέρου ἡ διαφορὰ τῶν πραγμάτων, οἷον οἱ πολιτικοὶ ἐπὶ τῶν ἐνδόξων καὶ γνωρίμων πραγμάτων ἢ προσώπων οὐ διαποροῦσιν, ὁ δὲ συγγραφικὸς διαπορῶν καὶ ἐπιδιστάζων καὶ τοῖς ἐνδόξοις ἀφέλειαν ἐργάζεται.
τὸ δὲ μέγιστον ἁπάντων ἐν τῷ ἀφελεῖ λόγῳ, τὸ ψιλὰ καὶ καθαρῶς τὰ πράγματα προϊέναι καὶ μὴ ἐπισημαίνεσθαι τὰς δυνάμεις καθʼ ἕκαστον· τοῦτο γὰρ πολιτικοῦ ἀνδρὸς τὸ ἐπισημαίνεσθαι, ὅταν μὴ μόνον τὸ πρᾶγμα, ἀλλὰ καὶ τὴν ποιότητα προστιθῇς, ἐὰν μέγα ᾖ ὡς μεγάλου, ἐὰν δὲ δεινὸν ὡς δεινοῦ, ὧν ἀμοιρεῖν δεῖ τὴν ἀφέλειαν. αὐτίκα γοῦν ὁ μὲν ἀφελὴς λέγει, παρελθὼν ταῦτα εἶπεν, ὁ δὲ Δημοσθένης, ἀναστὰς εἶπεν πολλῶν, ὦ Ζεῦ καὶ θεοί, θανάτων ἀξίους λόγους.
πολλαχοῦ δὲ ὁ Ξενοφῶν πολλαῖς βίαις καὶ
Δημοσθενικαῖς κατὰ τὰς ἐννοίας χρῆται, μόνῃ δὲ τῇ μεταχειρίσει διαλλάσσει, ὡς καὶ ἐν τῇ Ἀναβάσει λογισμούς τινας λέγων περὶ τοῦ Τισσαφέρνους, ὅτι οὐκ ἐπιβουλεύει τοῖς Ἕλλησιν, ἐπειδὴ ἄπιστόν ἐστι τὸ πρόσωπον πρὸς τὸ βουληθῆναι ἐπιβουλεῦσαι, καὶ οὐκ ἔχει ἐκ τῆς κρίσεως αὐτὸ συστῆσαι, μεταβὰς ἐκ τῆς δυνάμεως αὐτὸ πιστοῦται, εἰ δὲ δυνάμενοι κακῶς ὑμᾶς δρᾶν οὐ ποιοῦμεν, δῆλον ὅτι οὐδὲ βουλόμεθα. τί οὖν ἐστι τὸ πεποιηκὸς ἀφελῆ τὰ οὕτως βίαια νοήματα; ὁ τρόπος τῆς μεταχειρίσεως· παραθεὶς γὰρ ἐξ ὑπάρξεως καὶ στερήσεως καὶ κόψας τὰ νοήματα λέγει, πότερον ὅτι ὑμεῖς μὲν ἐν τῇ οἰκείᾳ, ἡμεῖς δὲ ἐν τῇ ἀλλοτρίᾳ, καὶ πότερον ὑμεῖς μὲν εὐπορεῖτε, ἡμεῖς δὲ ἀποροῦμεν; οὐδὲν οὖν ἄλλο τὸ ἀνεικός ἐστι τὰ νοήματα ἢ ὁ τρόπος τῆς ἀπαγγελίας. ὡς καὶ ἐν τῷ Ἀγησιλάῳ πεποίηκεν· ἐπειδὴ γὰρ ἐν τῇ ἐννοίᾳ τραχὺς ἦν ὁ λόγος, τῇ ἀπαγγελίᾳ εἰς ἀφέλειαν μετεχειρίσθη, εἰ διότι καλὸς κἀγαθὸς ὑπερβαλλόντως ἐγένετο, διὰ τοῦτο μηδὲ μετρίων ἐπαίνων τύχοι. ἀλλὰ τοῦτο πῶς λέγω; ὅτι ἐὰν ἡ ἔννοια ᾖ τοιαύτη, τραχεῖαν τὴν μεταχείρισιν ποιεῖ· οὐ γὰρ εἶπε σχετλιάσας, ὥσπερ ὁ Δημοσθένης, δεινὸν γὰρ ἂν εἴη, εἰ αἱ παρὰ Φιλίππου πεμπόμεναι ἐπιστολαί. ἔνιαι δὲ χρήσεις ἴδιαι τῶν ἀφελῶν εἰσι καὶ οὐκ ἂν μετήνεγκες οὐδαμῶς εἰς πολιτικὸν λόγον, ὡς καὶ ἐνταῦθα τὸ ὑπερβαλλόντως ἀνὴρ ἀγαθὸς ἐγένετο.