Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατʼ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθʼ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλʼ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλʼ ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλʼ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.

τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.

φέρε δὴ καὶ περὶ ἀρχῆς λόγου καταμάθωμεν, ὃν τρόπον εἴωθε Ξενοφῶν ποιεῖν τὰς ἀρχάς, δεῖ δὲ ἐπὶ πάντων ὁμοίως τῶν λόγων προδιοικεῖσθαι τί χρήσιμον περὶ τὰ πράγματα, καὶ ἢ τὰ ἀντιπίπτοντα λύειν, ἢ συνιστάναι αὐτὰ ἑαυτῷ. ταύτῃ μὲν οὖν ὁμοίως ἔχει τοῖς

πολιτικοῖς, τὰ δὲ ἰδιώματα λείπεται τοῖς ἀφελέσι κατὰ τὴν μεταχείρισιν καὶ τὴν ἀπαγγελίαν.

οἱ μὲν οὖν πολιτικοὶ τὰς ἀρχὰς λαμβάνουσι καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων καὶ εἰς αὐτὰ τεινούσας, ὁ δὲ Ξενοφῶν εἰς αὐτὰ τεινούσας οὐκ ἐν ἅπασιν, εἴωθε δὲ μὴ ἀπʼ αὐτῶν λαμβάνειν, ὥσπερ ἐν τῇ Παιδείᾳ ἔννοιά ποθʼ ἡμῖν ἐγένετο· οὐ γὰρ ἀπὸ τῶν Κύρου πράξεων, ἀλλʼ ἐπιχειρηματικῶς ἔξωθεν προήγαγε τὸν λόγον· διὸ καὶ προϊὼν κατὰ λεπτὸν ἔξωθεν τὴν αὔξησιν ἐποίησε.

κέχρηται δὲ καὶ ἀπʼ αὐτῶν τῶν πραγμάτων ἐν τοῖς Ἀπομνημονεύμασιν, ὥστε ἄντικρυς δόξαι δικανικὸν εἶναι τὸν λόγον κατὰ τὴν ἀρχὴν τῆς πρώτης ὑποβολῆς τῶν πραγμάτων μὴ ἀπηρτισμένου τοῦ νοήματος, πολλάκις φησὶν ἐθαύμασα τίσι ποτὲ λόγοις Ἀθηναίους ἔπεισαν.