Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἐνίοτε δὲ ὁ Ξενοφῶν καὶ πρὶν αὐτὸ ὃ βούλεται εἰπεῖν, διʼ αὐτοῦ τοῦ παραδείγματος εἰσάγει· καὶ αἱ κατασκευαὶ αὐτῶν ἄνευ παραδειγμάτων εἰσίν, ὡς ἐπὶ τὸ πλεῖστον, ὡς δῆλον μέν ἐστι καὶ ἐν τοῖς ἄλλοις ἅπασι, μάλιστα δὲ ἐν τοῖς Ἀπομνημονεύμασιν· ἐκεῖ γὰρ τὸν Σωκράτην ὃν τρόπον περὶ ἑκάστων διαλεγόμενον καὶ ἀποδεικνύντα ἕκαστα πεποίηκεν ἔστιν ἀνασκοπουμένῳ καταμαθεῖν, ὡς τοῦτον τὸν τρόπον προῆκται.

δεῖ δὲ τὰ παραδείγματα καὶ τὰ παρατιθέμενα διʼ ὧν ἂν ἐπιδεικνύῃς πρὸς τὸ προκείμενόν σοι ὅμοια εἶναι καὶ κοινωνεῖν τούτοις περὶ ὧν ἂν λέγηται, ἢ κατὰ γένος, ἢ κατὰ ἰσχύν, ἢ κατὰ χρόνον, ἢ κατὰ τὰ ἀποβαίνοντα ἐξ αὐτῶν, ἢ κατὰ ἰδιώματα αὐτῶν, ἢ κατʼ ἄλλην τινὰ ὁμοιότητα. καὶ ἔστι τοῦτο καλὸν ἐν τῷ τοιούτῳ εἴδει τῶν λόγων καὶ τὸ τὴν ἁπλότητα μάλιστα ἀπεργαζόμενον, ὅθεν καὶ εὐπορία πλεκτὴ γίνεται, καὶ ὁ λόγος ἐκ τῶν ἐπεγκυκλουμένων ἀφελὴς φαίνεται, διά τε τὸ σεμνότερον γίνεσθαι τὸ λεγόμενον καὶ διʼ ἑτέρου ἐναργέστερον, ὅπερ λαλιᾶς ἔργον μᾶλλον εἶναι φαίνεται.

τῶν δὲ ἐπιχειρημάτων ὁ μὲν Δημοσθένης αἰεὶ καὶ οἱ τοὺς δικανικοὺς λόγους συνεσκευασμένοι ἐκλογάς

τε καὶ διακρίσεις ποιοῦνται, καὶ ἐπισημαίνονται καθʼ ἕκαστον τὰς δυνάμεις αὐτῶν τιθέντες, εἰκότως τοῦτο πράττοντες διά τε τὸ ἀγωνιστικὸν τὸν λόγον αὐτῶν εἶναι, ὥστε καὶ τοὺς ἀκούοντας εὐθέως μανθάνειν τὴν ἰσχὺν αὐτῶν καὶ ἕκαστα ἀκριβῶς ἀνασκοπεῖν δύνασθαι.

οὐ μὴν ἔν γε τῷ ἀφελεῖ λόγῳ ἁρμόζειν τοῦτο ἔμοιγε δοκεῖ, εἴ γε δεῖ ὡς ἂν μάλιστα ἀνεπιβούλευτον τὸν λόγον φαίνεσθαι καὶ ἁπλοῦν καὶ καθαρόν, καὶ Ξενοφῶν ἕκαστα τῶν νοημάτων ψιλὰ κατʼ ἰδίαν τίθησιν, ὡς ἐν τῷ Ἀγησιλάῳ, αὐτὰ καθʼ αὑτά, ὅθεν ἄν τις καὶ ἐρρῖφθαι νομίσειε τὰ νοήματα, οὐ μὴν ἔρριπταί γε, ἀλλʼ ἔστι μὲν ἕκαστα ἐν ἐτιμελείᾳ προηγμένα, ἀφῃρημένα δὲ τῆς κατὰ λεπτὸν ἐξετάσεως καὶ προσθήκης καὶ μεταθέσεως καὶ ἐναλλαγῶν καὶ πάντων τῶν τοιούτων, καὶ ἁπλῶς τὰ τοιαῦτα φαίνεται, ὅθεν καὶ διαστάσεις πολλαὶ καὶ συνεχεῖς καὶ ἀρχαὶ τῶν νοημάτων οὐχ ἡνωμέναι ἔτι, ἀλλʼ ἀπηρτισμέναι· ἔτι δὲ ἄλλα καὶ ἄλλα μάλιστα φαίνεται τὰ λεγόμενα, καὶ οὐχ ὡς ὕφος ἐστὶ τὸ σύγγραμμα, ἀλλʼ ὥσπερ κατὰ κόμμα λαλιῶν εἴδει συνηγμένον.

τοῦτο μὲν οὖν πεποίηκε καὶ τὸ διήγησιν εἶναι δοκεῖν τὰ λεγόμενα ἀνδρὸς ἀγαθοῦ πράξεων· οὐ μὴν πάντη καὶ ἐπὶ παντὶ ἁρμόζει ἔμοιγε δοκεῖν τῶν ἀφελῶν λόγων, καὶ δεῖ τοῦτο καταμεμαθηκέναι, εἰ καί τι ἄλλο ἰδίωμα Ξενοφῶντος· καὶ γάρ ἐστι τοῦτο μάλιστα, ὥς γε οἶμαι, τὸ ἀφελῆ τὸν λόγον ἀπεργαζόμενον.