Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ δὲ ἀπαγγελίαν, ὅταν τις τροπαῖς χρῆται, τροπαῖς δὲ μὴ τραχείαις, ἀλλʼ ὑφειμέναις, καὶ ὅταν τις κεκινημένῃ χρῆται τῇ λέξει.

Σαφήνεια δὲ καὶ καθαρότης γίνεται κατὰ γνώμην, κατὰ σχῆμα καὶ κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις μὴ ἀναστρέφῃ τὰ πράγματα, ἀλλὰ

καθʼ ἣν ἐπράχθη τάξιν, κατὰ ταύτην διεξίῃ, καὶ ὅταν μὴ ἔξωθέν τινα ἐπεμβάλλῃ νοήματα αὐτοῖς, ἀλλʼ αὐτὰ τὰ πραχθέντα διεξίῃ, καὶ ὅταν τὰ γνώριμα ὡς γνώριμα καὶ τὰ ἀμφισβητούμενα ὡς ἀμφισβητούμενα διεξίῃ.

κατὰ δὲ σχῆμα σαφήνεια καὶ καθαρότης γίνεται οὕτως, ὅταν τις ἐπιστροφαῖς χρῆται καὶ ὅταν τις μεταβαίνων ἀφʼ ἑτέρου ἐφʼ ἕτερον πρᾶγμα τοῦ μὲν συμπληρώσει, τοῦ δὲ ἐπαγγελίᾳ χρῆται.