Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, θέαμα δεινόν, καὶ πάλιν νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρʼ ὑμῶν ἐπανορθώσεως δεόμενον. καὶ ἐν τῷ κατὰ Μειδίου, ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ.

κατὰ δὲ σχῆμα ἔμφασις γίνεται, ὅταν τις δεικτικοῖς χρῆται, οἷον οὗτος, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ παλαιός ἐσθʼ ὁ νόμος καὶ καλῶς ἔχων. καὶ πάλιν ἐν συμβουλευτικοῖς, ὁρᾶτε ταύτην τὴν πόλιν, ἐν ταύτῃ τηλικαύτῃ τὸ μέγεθος οὔσῃ. ὁρᾷς τὸν Ἀριστόλοχον τὸν Χαριδήμου; ποτὲ εἶχεν ἀγρόν, εἶτα νῦν πολλοί, πολλοῖς ὀφείλων ἐκεῖνος αὐτὸν ἐκτήσατο.

ἔμφασιν δέ σοι καὶ ἐρωτήσεις ποιήσουσιν, ὡς ἐν τῷ πρὸς Βοιωτὸν περὶ τοῦ ὀνόματος, εἰ δέ τις ἔροιτό σε, ὦ Βοιωτέ, πόθεν νῦν Ἀκαμαντίδος φυλῆς γέγονας καὶ τὸν δῆμον Θορίκιος καὶ υἱὸς Μαντιθέου, οὐδὲν ἄλλο ἂν ἔχοις εἰπεῖν πλὴν ὅτι κἀμὲ ζῶν ἐποιήσατο Μαντίθεος; καὶ ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, εἰ δὲ ἀπιστεῖς, ἐρώτησον αὐτούς, μᾶλλον δʼ ἐγὼ ὑπὲρ σοῦ τοῦτο ποιήσω, εἶτα ἡ ἐρώτησις, πότερον ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μισθωτὸς Αἰσχίνης ἢ ξένος εἶναι Ἀλεξάνδρου;