Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἷον αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ. καὶ πάλιν, εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων. καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος. καὶ ἐν τῷ τῆς παραπρεσβείας, τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα.
σφοδρότητα δὲ ἔχει καὶ τὸ τῆς ἀποστροφῆς σχῆμα. ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασι, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὰ ἐντὸς τούτων βιάζῃ καὶ προσέρχῃ πρὸς ταῦτα, ἀφʼ ὧν ἀπελαύνουσί σε οἱ νόμοι, ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις. καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, τί λέγεις, ὦ μιαρὰ κεφαλή, σὺ τὰ σαυτοῦ παιδία ἀξιώσεις ἐλεεῖν ἤ σε τούτους, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους;
κατὰ δὲ ἀπαγγελίαν, τουτέστι κατὰ λέξιν, σφοδρότης γίνεται, ὅταν ὑπερβολὰς ποιῇς ἐν τῷ λόγῳ, οἷον πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής. ὑπερβολὴν δὲ κἀκεῖνο ἔχει, ὅταν εἴπῃς, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου. καὶ ὅπου λέγει,
προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.πάντα ἐξαίρει τὴν ἐν τῷ λόγῳ σφοδρότητα ἐργάζονται, ὡς ἐν τῷ κατὰ Κόνωνος, εἱλκόμην καὶ ἐξεδυόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, καὶ ὅπου λέγει περὶ τῆς μητρός, οὐ γὰρ εἶπεν ἐξεληλύθει, ἀλλὰ ἐμφαντικώτερον τῇ ὀνομασίᾳ, ἐξεπεπηδήκει ἡ μήτηρ· ἐν γὰρ τῷ ὀνόματι ἡ ἔμφασις.
ὥσπερ δὲ πολλάκις εἴπομεν τὰς τροπὰς πολλαχοῦ μέγα δύνασθαι, τοῦτο καὶ ἐν τῇ σφοδρότητι, ὅταν λέγῃ κατὰ τῆς πονηρίας τῆς Ἀριστογείτονος σφοδρότητος ἕνεκα, κάπηλος καὶ μεταβολεὺς καὶ μόνον οὐ ζυγὰ καὶ σταθμὰ ἔχων ἅπαντα ἐπώλει.
τρόπον μέν τινα αἱ τρεῖς ἀρεταὶ τοῦ λόγου, ἥ τε σφοδρότης καὶ ἡ ἔμφασις καὶ ἡ τραχύτης, εἰ καὶ τῇ προσηγορίᾳ διεστήκασι, τῇ γοῦν δυνάμει καὶ σφόδρα ἐπικοινωνοῦσιν ἀλλήλαις ἐπὶ πλείστοις, καὶ ἥ τε σφοδρότης ἐμφαντικὸς λόγος ἐστὶν καὶ ἡ τραχύτης σφοδρότητα δύναται· ὅμως δʼ οὖν κατὰ μὲν γνώμην ἔμφασιν ποιήσεις, ὅταν συνεχῆ τὰ πράγματα λέγῃς καὶ ἐπάλληλα, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ἐνίκησε μὲν τοίνυν Λακεδαιμονίους ναυμαχῶν καὶ πεντήκοντα μιᾶς δεούσης ἔλαβεν αἰχμαλώτους τριήρεις, εἷλε δὲ τῶν νήσων τὰς πολλάς, καὶ τρισχίλια αἰχμάλωτα σώματα δεῦρʼ ἤγαγε, καὶ δέκα καὶ ἑκατὸν τάλαντα ἀπέφηνεν ἀπὸ τῶν πολεμίων, καὶ πάλιν, ἑπτακαίδεκα μὲν πόλεις εἷλεν, ἑβδομήκοντα δὲ τριήρεις ἔλαβε, δέκα δὲ καὶ ἑκατὸν τάλαντα ἀπέφηνε, τοσαῦτα ἔστησεν τρόπαια. ἕκαστον δὲ τούτων πρᾶγμα μέν ἐστιν καθʼ ἑαυτό,
τὸ δὲ συνεχῶς ἕτερον ἑτέρῳ ἐπενηνέχθαι τὴν ἔμφασιν πεποίηκεν.ἔμφασιν δὲ ποιεῖ καὶ τὸ ἐπισημαίνεσθαι ταῖς ποιότησιν, ὅπου λέγει, θέαμα δεινόν, καὶ πάλιν νόσημα δεινὸν καὶ χαλεπὸν καὶ φυλακῆς πολλῆς καὶ τῆς παρʼ ὑμῶν ἐπανορθώσεως δεόμενον. καὶ ἐν τῷ κατὰ Μειδίου, ἀλλʼ ὃ καὶ δεινόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ σχέτλιον ἔμοιγε ἀσέβημα, οὐκ ἀδίκημα μόνον τούτῳ πεπρᾶχθαι δοκεῖ.