Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ σχῆμα δὲ οὕτω γίνεται σφοδρότης, ὅταν τις ἐπιφορικοῖς χρῆται τοῖς σχήμασιν, οἷον αἰσχρός, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ κακῶς ἔχων ὁ νόμος καὶ ὅμοιος φθόνῳ τινὶ καὶ φιλονεικίᾳ. καὶ πάλιν, εἴργετε οὖν, εἴργετε αὐτὸν τῶν ὑπὲρ τῆς εἰρήνης λόγων. καὶ ἐν τῷ κατὰ Μειδίου, καὶ ταῦτα πάσχων ἐγὼ καὶ τοῦτον ὃν διεξέρχομαι τρόπον νῦν πρὸς ὑμᾶς ἐλαυνόμενος. καὶ ἐν τῷ τῆς παραπρεσβείας, τούτων οὐ γέγονεν, ὦ ἄνδρες Ἀθηναῖοι, δεινότερα.

σφοδρότητα δὲ ἔχει καὶ τὸ τῆς ἀποστροφῆς σχῆμα. ὅς, ὦ μιαρώτατε πάντων, κεκλεισμένης σοι τῆς παρρησίας οὐ κιγκλίσιν οὐδὲ θύραις, ἃ καὶ παρανοίξειεν ἄν τις, ἀλλὰ τοσούτοις καὶ τηλικούτοις ὀφλήμασι, καὶ τούτων παρὰ τῇ θεῷ κειμένων, εἰς τὰ ἐντὸς τούτων βιάζῃ καὶ προσέρχῃ πρὸς ταῦτα, ἀφʼ ὧν ἀπελαύνουσί σε οἱ νόμοι, ἀπεσχοινισμένος πᾶσι τοῖς ἐν τῇ πόλει δικαίοις. καὶ πάλιν ἐν τῷ κατὰ Μειδίου, τί λέγεις, ὦ μιαρὰ κεφαλή, σὺ τὰ σαυτοῦ παιδία ἀξιώσεις ἐλεεῖν ἤ σε τούτους, τοὺς ὑπὸ σοῦ δημοσίᾳ προπεπηλακισμένους;

κατὰ δὲ ἀπαγγελίαν, τουτέστι κατὰ λέξιν, σφοδρότης γίνεται, ὅταν ὑπερβολὰς ποιῇς ἐν τῷ λόγῳ, οἷον πλούσιος, θρασύς, μέγα φρονῶν, μέγα φθεγγόμενος, βίαιος, ἀναιδής. ὑπερβολὴν δὲ κἀκεῖνο ἔχει, ὅταν εἴπῃς, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. οὔθʼ ἡ Ἑλλὰς οὔθʼ ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τἀνθρώπου. καὶ ὅπου λέγει,

προσκυνεῖν τοὺς ὑβρίζοντας ὥσπερ ἐν τοῖς βαρβάροις, οὐκ ἀμύνεσθαι κράτιστον ἔσται.

πάντα ἐξαίρει τὴν ἐν τῷ λόγῳ σφοδρότητα ἐργάζονται, ὡς ἐν τῷ κατὰ Κόνωνος, εἱλκόμην καὶ ἐξεδυόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην ἦλθον οἴκαδε, καὶ ὅπου λέγει περὶ τῆς μητρός, οὐ γὰρ εἶπεν ἐξεληλύθει, ἀλλὰ ἐμφαντικώτερον τῇ ὀνομασίᾳ, ἐξεπεπηδήκει ἡ μήτηρ· ἐν γὰρ τῷ ὀνόματι ἡ ἔμφασις.

ὥσπερ δὲ πολλάκις εἴπομεν τὰς τροπὰς πολλαχοῦ μέγα δύνασθαι, τοῦτο καὶ ἐν τῇ σφοδρότητι, ὅταν λέγῃ κατὰ τῆς πονηρίας τῆς Ἀριστογείτονος σφοδρότητος ἕνεκα, κάπηλος καὶ μεταβολεὺς καὶ μόνον οὐ ζυγὰ καὶ σταθμὰ ἔχων ἅπαντα ἐπώλει.