Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

καὶ τὸ διαβάλλειν δὲ πρόσωπα ἔνδοξα ὡς ἀτόπως ἔχοντα σφοδρότητα ποιεῖ, οἷον ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει.

καὶ ὅταν δὲ ἀτόπως τις εἰκάζῃ, σφοδρὸν ποιεῖ τὸν λόγον, οἷον ὥσπερ σκορπίος ἠρκὼς τὸ κέντρον, ᾄττων δεῦρο κἀκεῖσε, σκοπῶν τίνι κακόν τι προστριψάμενος εἰς συμφορὰν καταστήσῃ. καὶ πάλιν οὔτε γὰρ μαγείρῳ μαχαίρας οὐδέν ἐστʼ ὄφελος ἥτις μὴ τέμνει, οὔτε βουλομένῳ διʼ αὑτοῦ πᾶσι κακὰ καὶ πράγματα γίνεσθαι ὁ ταῦτα ἀποδωσόμενος συκοφάντης οὐδέν ἐστʼ ὄφελος. καὶ ἀλλαχοῦ πάλιν ἀλλὰ μανδραγόραν πεπωκόσιν ἤ τι φάρμακον ἄλλο τοιοῦτον ἐοίκαμεν ἀνθρώποις.

σφοδρότης δέ ἐστι καὶ ὅταν τις ὑπεραγανακτῇ, οἷον τοῦτο μὲν γὰρ οὐκ ἔχον ἐστὶν ὑπερβολὴν ἀκαθαρσίας, καὶ πάλιν ἀλλαχοῦ, τοῦτο γὰρ δὴ τοὔσχατόν ἐστι, καὶ πάλιν τῆς ἐσχάτης ὕβρεως οὐδὲν ἐλλείπει.