Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ τὸ καθʼ ἑαυτοῦ δὲ λέγειν τινὰ ὃν τρόπον κατὰ τῶν ἀντιδίκων, ἀξιοπιστίαν ἐμποιεῖ τῷ λόγῳ.
σφοδρότης δὲ γίνεται τριχῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ λέξιν. καὶ κατὰ μὲν γνώμην οὕτως, ὅταν τις ἐνδόξοις προσώποις ἐπιτιμᾷ, οἷον ἐξέστητε, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς τάξεως, ἐφʼ ἧς ὑμᾶς οἱ πρόγονοι κατέλιπον. καὶ ἄλλο πάλιν ὅμοιον τούτῳ ἡσυχάζετε γὰρ μόνοι τῶν Ἑλλήνων, καὶ πάλιν καὶ τῶνδε ὑμεῖς αἴτιοι, τό τε πρῶτον ἐάσαντες αὐτοὺς μετὰ τὰ Μηδικὰ κρατῦναι τὴν πόλιν. σφοδρότητα δὲ ποιεῖς καὶ ὅταν πράγματα ἢ πρόσωπα ἔνδοξα μὴ ὀκνῇς διαβάλλειν, οἷον τὸ μὲν ἐπαινεῖν τοὺς προγόνους πρᾶγμα ἐνδοξότατον, ὁ δὲ Δημοσθένης πῶς εὐθὺς ἐν ἀρχῇ διέβαλεν; οἱ μὲν ἐπαινοῦντες τοὺς προγόνους λόγον εἰπεῖν μοι δοκοῦσι κεχαρισμένον, οὐ μὴν συμφέροντά γε ἐκείνοις οὓς ἐγκωμιάζουσι
ποιεῖν. καὶ ὅλως δὲ τὸ ἐπιτιμᾶν σφοδρότητα ἔχει, ὡς ἐν ἐκείνοις, ἀμφότεροί μοι δοκοῦσιν ἁμαρτάνειν καὶ οἱ τοῖς Ἀρκάσι καὶ οἱ τοῖς Λακεδαιμονίοις συνειρηκότες.καὶ τὸ διαβάλλειν δὲ πρόσωπα ἔνδοξα ὡς ἀτόπως ἔχοντα σφοδρότητα ποιεῖ, οἷον ὑμεῖς δὲ ὁ δῆμος ἐκνενευρισμένοι χρήματα καὶ συμμάχους ἐν ὑπηρέτου καὶ προσθήκης μέρει.