Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.

ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.

Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.

ἀξιοπιστίας καὶ τὸ ἐνδείκνυσθαι ὡς χαλεπὰ μὲν ὄντα περὶ ὧν ἐγχειρεῖ, διὰ δὲ τὸ λυσιτελεῖν τῇ πόλει ῥηθῆναι αὐτὰ λέγειν, κἂν αὐτός τι κινδυνεύῃ, ὡς ἐπὶ

κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος. παράδειγμα δὲ τούτου ἐν τοῖς συμβουλευτικοῖς, ἐγὼ δὲ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· ἐξηπατημένων γὰρ ὑμῶν καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ προῃρημένων, ἐὰν τἀναντία τις ἐγχειρῇ λέγειν καὶ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ νομίζω βέλτιστα προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι.

ἀξιόπιστον δὲ καὶ ὅ τι ἂν ἄλλος εἴποι ἐναντιούμενός σοι τοῦτο αὐτὸ προλαβόντα εἰπεῖν, οἷον ἐν τῷ περὶ συμμοριῶν ὃ μὲν διοικεῖται ἐστίν, ὅτι δεῖ ἐναντιωθῆναι τοῖς βασιλεῖ πολεμεῖν συμβουλεύουσιν· ἐπεὶ δʼ ἐκεῖθεν αὐτῷ ἀντέπιπτε, μὴ πολεμῶμεν οὖν τῷ κοινῷ ἐχθρῷ καὶ βαρβάρῳ; διὰ τοῦτο ἀξιοπίστως προλαβὼν ὃ εἶπεν ἄν τις ἐκεῖθεν κατὰ βασιλέως, τοῦτʼ αὐτὸς λέγει, ἐγὼ νομίζω κοινὸν ἐχθρὸν ἁπάντων τῶν Ἑλλήνων βασιλέα. εἶτα ἃ νῦν αὐτὸς εἰσηγεῖται, οὐ μὴν διὰ τοῦτο παραινέσαιμʼ ἂν τοῖς ἄλλοις πόλεμον πρὸς αὐτὸν αἴρεσθαι.

ἀξιοπιστίας δὲ καὶ ὅσα μὴ ἔχεις ἄλλοθεν συστῆσαι, ἐξ ἀκοῆς ταῦτα πιστοῦσθαι, ἤκουον δʼ ἔγωγε τινῶν ὡς οὐδὲ τοὺς λιμένας καὶ τὰς ἀγορὰς ἔτι δώσοιεν αὐτῷ καρποῦσθαι. καὶ πάλιν, ὡς δʼ ἐγὼ τῶν ἐν αὐτῇ τῇ χώρᾳ γεγενημένων τινὸς ἤκουον, ἀνδρὸς οὐδαμῶς οἵου τε ψεύδεσθαι. ἀξιοπιστότερον δὲ τὸ εἰς αὐτοὺς τοὺς ἀκούοντας ἀναφέρειν ἔχειν, οἷον ὑμῶν ἀκηκοὼς ἔγωγε ὑμᾶς διδάσκειν ἔχω. καὶ πάλιν, ἃ παρʼ ὑμῶν τῶν πρεσβυτέρων αὐτὸς ἀκήκοα.

ἀξιοπιστίας δὲ καὶ τὸ ἐπικαταψεύδεσθαι, οἷον ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἐν οἷς λέγει τὸν Αἰσχίνην ὀψὲ Ἀθηναῖον γεγενημένον, ὀψὲ γάρ ποτε, ὀψὲ λέγω, εἶτα ἀξιοπίστως ἐπικατεψεύσατο, χθὲς μὲν οὖν καὶ πρώην [εἶτα] Ἀθηναῖος καὶ ῥήτωρ. καὶ πάλιν ἐν τῷ κατὰ Αἰσχίνου τὸ μὲν ἀληθὲς [καὶ] τὸν μὲν ἀνῄρηκεν τῶν ἐπὶ τὰς εὐθύνας ἐλθόντων, τὸ δὲ ἑξῆς ἐπικατεψεύσατο, οἷον τοῖς δὲ ἀπειλεῖ περιιών.