Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα.
ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.
ἀξιοπιστίας δὲ καὶ τὸ τοῖς ὅρκοις καὶ ταῖς ἀραῖς χρῆσθαι, οἷον καλῶ δὲ ἐναντίον ὑμῶν τοὺς θεοὺς πάντας καὶ πάσας ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον, ὃς πατρῷός ἐστι τῇ πόλει, καὶ ἐπεύχομαι πᾶσι τούτοις, εἰ μὲν ἀληθῆ πρὸς ὑμᾶς εἴποιμι καὶ
εἶπον καὶ τότʼ εὐθὺς ἐν τῷ δήμῳ εὐτυχίαν μοι δοῦναι καὶ σωτηρίαν· εἰ δὲ πρὸς ἔχθραν ἢ φιλονεικίας ἰδίας ἕνεκα, πάντων ἀγαθῶν ἀνόνητόν με ποιῆσαι. καὶ πάλιν πρῶτον μέν, ὦ ἄνδρες Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις ὅσην εὔνοιαν ἔχων ἐγὼ διατελῶ τῇ τε πόλει καὶ πᾶσιν ὑμῖν, τοσαύτην ὑπάρξαι μοι παρʼ ὑμῶν εἰς τουτονὶ τὸν ἀγῶνα. καὶ ἐν τῷ κατὰ Κόνωνος, καὶ εἰ μὲν εὐορκῶ, πολλά μοι γένοιτο ἀγαθὰ καὶ μηδέποτε αὖτις τοιοῦτον μηδὲν πάθοιμι· εἰ δὲ ἐπιορκῶ, ἐξώλης ἀπολοίμην αὐτός τε καὶ εἴ τί μοί ἐστιν ἢ μέλλει ἔσεσθαι.ἀξιοπιστίας δὲ καὶ ὅταν τις τὰς κρίσεις τῶν ταῦτα ἀκουόντων ἐφʼ οἷς ἂν λέγῃ προσλαμβάνῃ, ὡς καὶ παρʼ ἐκείνοις ὁμολογουμένων τῶν πραγμάτων, ὅταν λέγῃ ἐν τῷ κατὰ Ἀριστογείτονος, κεκρίσθαι δὲ τοῦτο τὸ πρᾶγμα πάλαι ἐπὶ τῆς ἑκάστου φύσεως οἴκοθεν. καὶ πάλιν, οἱ μὲν δικάζοντες ὑμεῖς ἥκετε μᾶλλον ἡμῶν τῶν κατηγόρων εἰδότες καὶ ὀφείλοντα τῷ δημοσίῳ τοῦτον, καὶ ἐγγεγραμμένον ἐν ἀκροπόλει, καὶ οὐκ ἐξὸν αὐτῷ λέγειν, ὥστε ἕκαστον ὑμῶν κατηγόρου τάξιν ἔχειν καὶ τὰ δίκαια εἰδέναι, μὴ μαθεῖν δεῖσθαι. καὶ εἰ μὲν ἴστε με τοιοῦτον· οὐ γὰρ ἄλλοθί που βεβίωκα.
ἀξιοπιστίας δὲ καὶ τὸ ἰσχυρίζεσθαι τοῖς πράγμασιν, ὅταν λέγῃς, εὖ τοίνυν ἴστε, ὦ ἄνδρες Ἀθηναῖοι, ὅτι ἐξηπάτησθε, καὶ διʼ ἅ γε εἰκότως τοῦτο πεπόνθατε, ἀκούσατέ μου. καὶ ἐν τῷ τῆς παραπρεσβείας εὐθὺς ἀπισχυρίσατο, τὸ μὲν ἐξελέγχειν πολλὰ καὶ δεινὰ πεποιηκότα τοῦτον καὶ
τῆς ἐσχάτης τιμωρίας ὄντα ἄξιον θαρρῶ καὶ πάνυ πιστεύω. καὶ ἐν τῷ κατὰ Στεφάνου, ἐπιδείξω δὲ ὑμῖν τουτονὶ Στέφανον καὶ μεμαρτυρηκότα ψευδῆ καὶ διʼ αἰσχροκέρδειαν τοῦτο πεποιηκότα καὶ κατήγορον αὐτὸν αὑτοῦ γιγνόμενον· τοσαύτη περιφάνεια τοῦ πράγματός ἐστιν.ἀξιόπιστον δὲ καὶ τοῦτο, ὅταν ὧν πλεῖστον δοκεῖν ἀφεστηκέναι βούλεται, καὶ σφόδρα διαβάλλῃ ταῦτα ὡς δεινὰ καὶ χαλεπά, οἷον αἰτιασάμενος γάρ με ἃ καὶ λέγειν ἄν τις ὀκνήσειεν εὖ φρονῶν, τὸν πατέρα ὡς ἀπέκτονα ἐγὼ τὸν ἐμαυτοῦ. καὶ ἐν τῷ κατὰ Μειδίου, τῷ γὰρ ἀθλίῳ καὶ ταλαιπώρῳ καὶ δεινῆς καὶ χαλεπῆς συμβάσης αἰτίας. καὶ πάλιν, οὔτε θεοὺς οὔτε ὁσίαν ἐποιήσατο ἐμποδὼν τοιούτῳ λόγῳ, οὐδʼ ὤκνησεν, οὐδὲ πρὸς οὓς ἔλεγεν αὐτοὺς ᾐσχύνθη.
ἀξιόπιστον δὲ καὶ τὸ τιμᾶσθαι προλαμβάνοντα καὶ ζημίας ὁρίζειν καθʼ ἑαυτοῦ ἐφʼ οἷς ἂν διεξίῃ, οἷον ἐγὼ πλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος. καὶ πάλιν ἑτέρωθι ἐν Φιλιππικοῖς, μήτε νῦν μήτε αὖθις ὡς ὑγιαίνοντί μοι προσέχητε.
Ἀξιοπιστία καὶ τὸ πλείω καθʼ ἑαυτοῦ νέμειν τῶν ἀληθῶν, οἷον εἰσὶ τῶν ξένων ἀτελεῖς, δέκα θήσω, καὶ μὰ τοὺς θεοὺς ὅπερ εἶπον ἀρτίως, οὐκ οἶμαι πέντε εἶναι. ἀλλὰ μὴν τῶν γε πολιτῶν οὐκ εἰσὶ πέντε ἢ ἕξ. οὐκοῦν ἀμφοτέρων ἑκκαίδεκα. ποιήσωμεν αὐτοὺς εἴκοσιν, εἰ δὲ βούλεσθε, τριάκοντα.
ἀξιοπιστίας καὶ τὸ ἐνδείκνυσθαι ὡς χαλεπὰ μὲν ὄντα περὶ ὧν ἐγχειρεῖ, διὰ δὲ τὸ λυσιτελεῖν τῇ πόλει ῥηθῆναι αὐτὰ λέγειν, κἂν αὐτός τι κινδυνεύῃ, ὡς ἐπὶ
κοινῷ συμφέροντι, ἂν δέῃ τι καὶ παθεῖν, προῃρημένος. παράδειγμα δὲ τούτου ἐν τοῖς συμβουλευτικοῖς, ἐγὼ δὲ ὁρῶ μὲν ὡς χαλεπὸν τὰ βέλτιστα λέγειν ἐστίν· ἐξηπατημένων γὰρ ὑμῶν καὶ τῶν μὲν ταυτί, τῶν δὲ ταυτὶ προῃρημένων, ἐὰν τἀναντία τις ἐγχειρῇ λέγειν καὶ ὑμεῖς μὴ περιμένητε μαθεῖν, χαριεῖται μὲν οὐδετέροις, διαβεβλήσεται δὲ πρὸς ἀμφοτέρους· οὐ μὴν ἀλλʼ αἱρήσομαι μᾶλλον αὐτός, ἂν ἄρα τοῦτο πάθω, δοκεῖν φλυαρεῖν ἢ παρʼ ἃ νομίζω βέλτιστα προέσθαι τισὶν ὑμᾶς ἐξαπατῆσαι.