Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ τὸ πλαγιάζειν τὰ νοήματα μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου, καὶ ἔχων
Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων. καὶ ἄλλο πεπλαγιασμένον καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι, καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, καὶ ἀπαγγέλλων, καὶ ἕτερον ἐπὶ τούτων, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. πῶς δὲ ὁ Αἰσχίνης; Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος, καὶ ἄλλος πλαγιασμός, καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων. καὶ ἄλλος πλαγιασμός, Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος, καὶ πάλιν ἄλλος ἐπʼ ἄλλῳ πλαγιασμῷ, πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων, ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην.κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγει ἔρρωσαι καὶ σαυτῷ πιστεύεις, καὶ πάλιν τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, καὶ πάλιν τὸν πλοῦτον καὶ τὴν περιουσίαν, ἢ τοὺς ἑταίρους καὶ φίλους. τὰ
δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλιν ταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα. ἰσοδυναμοῦν δὲ κἀκεῖνο πάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον.εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι ἡ σεμνότης καὶ ἡ περιβολὴ κοινωνοῦσι κατὰ πάντα· καθʼ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.
Ἀξιοπιστία δὲ γίνεται διχῶς, κατὰ γνώμην καὶ κατὰ σχῆμα. κατὰ μὲν γνώμην οὕτως, ὅταν τις προσυνίστησι τὰ ἑαυτοῦ δίκαια, ὡς ἀληθῆ ὄντα καὶ ῥᾴδια δειχθῆναι, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους, πάνυ μικρὸν ὑπείληφά μοι τὸν λόγον, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ῥᾴδιον εἶναι περὶ τοῦ παρὰ τοῦτον εἰρῆσθαι τὸν νόμον τὸ ψήφισμα.
ἀξιόπιστον δὲ καὶ τὸ τὰ ζητούμενα τῶν ἀποδεδειγμένων καὶ ὁμολογουμένων προσποιεῖσθαι εἶναι περιφανέστερα, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους ἀποδείξας τὸ παράνομον, ὑπολειπομένου ἐξετασθῆναι τοῦ ἀσυμφόρου, ἀξιοπίστως προσλαβὼν προσεποιήσατο ἔτι καὶ τοῦ παρανόμου φανερώτερον τὸ ἀσύμφορον, τὸ ζητούμενον τοῦ ἀποδεδειγμένου ἐν οἷς λέγει, οὕτω γὰρ σφόδρα ἐναντίον τοῖς νόμοις τὸ ψήφισμα, μᾶλλον ἀσύμφορόν ἐστιν ἢ παράνομον.