Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα
εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.
περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ
σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ
δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.