Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας τὸ γὰρ πρὸς ἄνδρα θνητόν, ἓν νόημα ἐκ προσώπου, καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπʼ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλʼ ἐπεμβάλλει. πάλιν πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ἄλλο νόημα ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, νῦν τὸ συμπληροῦν τοῦτον ἀφεῖναι.

περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα,

οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, εἶτα νῦν τὸ ἀκόλουθον, ἀλλʼ ὡς φυλάξοντα τοὺς ἄλλους. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει καὶ τοιούτους εἶπε λόγους. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατʼ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατʼ εἶδος ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον, εἶτα πάλιν ἐν γένει πάνθʼ ὅσα συμφέρει τῇ πόλει, εἶτα κατʼ εἶδος καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων. καὶ ἐν τῷ κατὰ Μειδίου δὲ ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου, τὸ μὲν ἀκόλουθον δίκης ἀξιοῖ τυχεῖν, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου καὶ μὴ σιωπᾷ.

περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα

εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.

περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ

σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.

περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.

κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ

δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.

περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ

ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.

καὶ παραλείψεις περιβολὴν ποιοῦσιν, ὡς ἐν τῷ κατὰ Μειδίου, ὅσα μὲν οὖν ἢ τοὺς χορευτάς, ἐναντιούμενος ἡμῖν ἀφεθῆναι τῆς στρατείας, ἠνώχλησεν, ἢ προβαλλόμενος ἑαυτὸν εἰς Διονύσια χειροτονεῖν ἐπιμελητήν, καὶ τὰ ἄλλα πάντα ὅσα τοιαῦτα ἐάσω, καὶ πάλιν ὅτι μὲν γραφὴν λειποταξίου κατεσκεύασε κατʼ ἐμοῦ καὶ τὸν τοῦτο ποιήσαντα ἐμισθώσατο, τὸν μιαρὸν καὶ λίαν εὐχερῆ, τὸν κονιορτὸν Εὐκτήμονα, ἐάσω. χρὴ δὲ εἰδέναι ὅτι αἱ μὲν ἀόριστοί εἰσιν παραλείψεις, αἱ δὲ κατʼ εἶδος. ἀόριστοι μὲν αἱ τοιαῦται, πάντα μὲν οὔτʼ ἂν ἔγωγε δυναίμην πρὸς ὑμᾶς εἰπεῖν οὔτʼ ἂν ὑμεῖς βούλοισθε ἀκούειν, ὅσα ἔλαβε παρʼ ἀμφοτέρων δῶρα, μάλιστα δὲ τὸ γένος ποιεῖ. περιβολὴν μὲν οὖν ποιοῦσιν αἱ τοιαῦται ἐν τῷ ἀορίστῳ, αἱ δὲ κατʼ εἶδος παραλείψεις, οἷον Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ. καὶ αἱ μὲν κατʼ ἀρχὰς γίνονται παραλείψεις, ὥσπερ αὕτη Ὄλυνθον μὲν δὴ καὶ Ἀπολλωνίαν, αἱ δὲ ἐπὶ τέλει, ὡς ἐν οἷς λέγει τὰς δὲ ἐπʼ Ἰλλυριοὺς καὶ Παίονας αὐτοῦ καὶ ὅποι τις ἂν εἴποι παραλείπω στρατείας. τῶν δὲ ἐπὶ τέλει καὶ αὕτη ἡ παράλειψις περιβολὴν ἔχουσα, πολλὰ δὲ ἔχων καὶ ἄλλα ἐπιδεῖξαι, ἃ τούτοις ἐστὶ πεπραγμένα, καὶ εἰσὶν ἐψευσμένοι, ἡδέως μὲν ἂν ὑμῖν λέγοιμι ἐπειδὴ δὲ ἔξω τοῦ πράγματος ὑπολαμβάνετʼ εἶναι, ἐάσω. αὐξήσεις δὲ περιβολήν, ἐὰν μὴ ψιλὰς τὰς παραλείψεις λέγῃς, ἀλλὰ καὶ τὰς αἰτιολογίας αὐτῶν προστιθῇς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃν μὲν οὖν τρόπον ὑμᾶς ἔχων πρὸς

Πελοποννησίους ἅπαντας παρετάξατο ἐν Θήβαις, καὶ ὡς Γοργώπαν ἀπέκτεινεν ἐν Αἰγίνῃ, καὶ ὅσα ἐν Κύπρῳ ἐποίησε, καὶ μετὰ ταῦτα ἐν Αἰγύπτῳ, καὶ ὅτι πᾶσαν ἐπελθὼν ὀλίγου χώραν, οὐδαμοῦ τὸ τῆς πόλεως ὄνομα οὐδʼ αὑτὸν κατῄσχυνε, καὶ ἡ αἰτιολογία, διʼ ἣν παραλείπει, ὅτι ἀδύνατον κατὰ τὴν ἀξίαν εἰπεῖν, πολλή τε αἰσχύνη λέγοντος ἐμοῦ ταῦτα ἐλάττω φανῆναι τῆς παρʼ ἑκάστῳ περὶ αὐτοῦ δόξης ὑπαρχούσης.

μάλιστα δὲ περιβολὴν καὶ οἱ μερισμοὶ ἐργάζονται, ὅταν τὰ νοήματα μὴ καθʼ ἓν εἰσάγῃς, ἀλλὰ μερίζων ἀντιτιθῇς, ὥσπερ ἐν Φιλιππικοῖς, εἰ δʼ ὁ μὲν ὡς ἀεί τι μεῖζον τῶν ὑπαρχόντων δεῖ πράττειν ἐγνωκὼς ἔσται, ὑμεῖς δὲ ὡς οὐδενὸς ἀντιληπτέον τῶν πραγμάτων. τοῦτο μὲν οὖν εἰς πρόσωπα ἔστι μερίσαι τὸ νόημα, ἕτερον δὲ μερισθὲν εἰς πρόσωπον καὶ τόπον, οὐκοῦν ὑμῶν μὲν μὴ δυναμένων ἐνθένδε ἀναπλεῦσαι, ἐκεῖ δὲ μηδεμιᾶς οὔσης ἑτοίμου βοηθείας. πάνυ δὲ ὁ Ἰσοκράτης χαίρει τούτῳ τῷ τρόπῳ τῶν μερισμῶν περιβολὴν ἐργαζόμενος, παραδείγματος δὲ ἕνεκα ἓν ἢ δύο ἐκ τοῦ περὶ τῆς εἰρήνης Ἰσοκράτους, εἰς τοῦτο γὰρ κατέστημεν, καὶ ὁ μερισμός, τῶν μὲν οἰκείων ἀμελείας, τῶν δὲ ἀλλοτρίων ἐπιθυμίας, εἶτα λέγων τὰ ἐκ τούτων αὐτοῖς ἀποβάντα ἄτοπα μερίζει, τοὺς μὲν τάφους τοὺς δημοσίους τῶν πολιτῶν ἐνέπλησαν, τὰς δὲ φρατρίας καὶ τὰ ληξιαρχικὰ γραμματεῖα ξένων. εἶτα πάλιν ἐξαριθμούμενος τὰ τοῖς Λακεδαιμονίοις ἀπὸ τῆς ἀρχῆς τῆς κατὰ θάλατταν συμβάντα λέγει, ἐνέπλησεν αὐτοὺς ἡ θάλαττα τοὺς μὲν ἰδιώτας ἀδικίας, ἀνομίας, ῥᾳθυμίας, φιλοχρηματίας, τὸ δὲ κοινὸν τῆς πόλεως οὐχ ἁπλῶς

ἀντέθηκε τοῦδε καὶ τοῦδε, ἀλλὰ πάλιν ἐπεμέριζε, τὸ δὲ κοινὸν τῆς πόλεως τῶν μὲν ὑπεροψίας, ἐπιθυμίας δὲ τῶν ἀλλοτρίων. ἀλλὰ καὶ οἱ ἐπιμερισμοὶ περιβολὴν ἐργάζεσθαι δύνανται, οἷον οὐ μόνον τόδʼ ἐποίησας, ἀλλὰ καὶ τόδε, μὴ μόνον πόλεων καὶ τόπων, ὧν ἦμέν ποτε κύριοι, φαίνεσθαι προϊεμένους, ἀλλὰ καὶ τῶν ὑπὸ τῆς τύχης παρασκευασθέντων συμμάχων τε καὶ καιρῶν. καὶ ἐν τῷ πρὸς Λεπτίνην, οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ εἴ τις ἄλλος, ἔστι δὲ τὸ κατὰ τὸν Ἐπικέρδην εἰσαγόμενον. καὶ πάλιν, οὐ τοίνυν μόνον, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ἰδίᾳ γνόντας εὖ ποιεῖν ὑμᾶς καὶ παρασχόντας χρησίμους ἑαυτοὺς ἄξιόν ἐστιν εὐλαβηθῆναι ἀδικῆσαι, ἀλλὰ καὶ πολλούς, οἳ πόλεις ὅλας, τὰς ἑαυτῶν πατρίδας, συμμάχους ἡμῖν ἐπὶ τοῦ πρὸς Λακεδαιμονίους πολέμου παρέσχον, καὶ πάλιν οὐ τοίνυν μόνον ὁ Κόνων ὑφʼ ἡμῶν τότʼ ἐτιμήθη πράξας ἃ διεξῆλθον ἐγώ, ἀλλὰ καὶ ὑπʼ ἄλλων πολλῶν.

περιβολὴν δὲ ἔχει καὶ τὸ ἐκ παραθέσεως εἰσάγειν τὰ νοήματα, ὅταν μὴ ἁπλῶς εἴπῃ τόδε ἐγένετο καὶ τόδε, ἀλλʼ ἀντὶ μὲν τοῦ τόδε γενέσθαι τόδε ἐγένετο, ἀντὶ δὲ τοῦ τόδε τόδε, ὡς ὁ Δημοσθένης ἐν τῷ τῆς παραπρεσβείας, ἀντὶ μὲν γὰρ τοῦ Θεσπιὰς καὶ Πλαταιὰς ἰδεῖν οἰκιζομένας Ὀρχομενὸν καὶ Κορώνειαν ἠκούσατε ἐξηνδραποδισμένας. καὶ Ἰσοκράτης δὲ χαίρει τῷ ἐκ παραθέσεως σχήματι περιβολὴν ἐργαζόμενος, ἀντὶ μὲν γὰρ τοῦ φρουρεῖν τὰς ἄλλων ἀκροπόλεις τῆς αὐτῶν ἐπεῖδον τοὺς πολεμίους κυρίους γενομένους, ἀντὶ δὲ τοῦ παῖδας ὁμήρους λαμβάνειν τοὺς ἑαυτῶν

φησιν ἐπιδεῖν ἀναξίως τρεφομένους, ἀντὶ δὲ τοῦ γεωργεῖν τὰς χώρας τὰς ἀλλοτρίας πολλῶν ἐτῶν οὐδὲ ἰδεῖν αὐτοῖς ἐξεγένετο τὴν ἑαυτῶν.

περιβολὴν δὲ καὶ αἱ συμπληρώσεις ἐργάζονται ἐν τῷ κατὰ Κόνωνος, ὅτι μὲν τοίνυν οὐ μετρίας τινὰς καὶ φαύλας λαβὼν πληγάς, καὶ τὸ ἀντικείμενον τῷ οὐ φαύλας λαβὼν πληγάς, ἀλλὰ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων, ἐπάγει τί παθὼν πεποίηκεν, πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νῦν τὸ συλληπτικὸν εἰς ἐπίτασιν ὁμολογούμενον, πολλαχόθεν νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. ὡς δὲ ἤδη παρακολουθοῦντί σοι τὰ καθʼ ἕκαστον θεωρήματα τῆς περιβολῆς παρέδειξα, ἐφʼ ὧν γέγονεν ἡ συμπλήρωσις, ἐπεὶ τό γε αὐτὴν θεῖναι τὴν συμπλήρωσιν τοιοῦτον ἦν, ὅτι μὲν τοίνυν οὐ μετρίας καὶ φαύλας τινὰς λαβὼν πληγάς, ἀλλʼ ἐπανελθὼν διὰ τὴν ὕβριν καὶ τὴν ἀσέλγειαν τὴν τούτων πολλῷ τῆς προσηκούσης ἐλάττω δίκην εἴληχα, νομίζω δῆλον ὑμῖν γεγενῆσθαι. εἰσὶ δὲ καὶ ἄλλαι συμπληρώσεις θαυμαστὴν περιβολὴν ἐργαζόμεναι, ἅμα τε τὸ προειρημένον συμπληροῦσαι καὶ ἀπαρτίζουσαι καὶ μετάβασιν ἐπὶ τὸ ἑξῆς εἰσαγόμενον παρέχουσαι, ὡς ἐν τῷ ὑπὲρ τοῦ στεφάνου, ἃ μὲν τοίνυν ἐγὼ παρεσχόμην εἰς τὸ δικαιοῦν τοιαῦτα γράφειν περὶ ἐμοῦ πρὸς πολλοῖς ἄλλοις ταῦτα καὶ παραπλήσια τούτοις ἐστί, μέχρις ἐνταῦθα ἡ συμπλήρωσις, εἶτα ἡ ἐπαγγελία τοῦ ἐφεξῆς, ἃ δὲ πάντες ὑμεῖς ἴστε, ταῦτʼ ἤδη λέξω.

καὶ τὸ πλαγιάζειν τὰ νοήματα μάλιστα περιβολῆς ἐστιν, ὥστε καὶ ἐν ταῖς ἀφηγήσεσιν, εἰ πλαγιασθείη τὰ νοήματα, θαυμαστὴν περιβολὴν ἐργάζεται, ὡς ὁ Δημοσθένης ἐν τῷ κατʼ Αἰσχίνου, καὶ ἔχων

Ἴσχανδρον τὸν Νεοπτολέμου δευτεραγωνιστήν, οὐκ ὤρθωσεν εἰπών, προσῄει τῇ βουλῇ, ἀλλὰ πάλιν ἐπλαγίασε καὶ προσιὼν μὲν τῇ βουλῇ, προσιὼν δὲ τῷ δήμῳ περὶ τούτων. καὶ ἄλλο πεπλαγιασμένον καὶ πείσας ὑμᾶς πανταχοῦ πρέσβεις περὶ τούτων πέμψαι, καὶ ἄλλο τοῦ αὐτοῦ τρόπου, καὶ ἀπαγγέλλων, καὶ ἕτερον ἐπὶ τούτων, καὶ διεξιὼν ἡλίκα τὴν Ἑλλάδα πᾶσαν ἀδικοῦσιν, οὐ τὰς ἰδίας μόνον πατρίδας οἱ δωροδοκοῦντες καὶ χρήματα λαμβάνοντες παρὰ Φιλίππου. πῶς δὲ ὁ Αἰσχίνης; Ἀμύντου μὲν γὰρ νεωστὶ τετελευτηκότος, καὶ ἄλλος πλαγιασμός, καὶ Ἀλεξάνδρου τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, Περδίκκου δὲ καὶ Φιλίππου παίδων ὄντων. καὶ ἄλλος πλαγιασμός, Παυσανίου δὲ ἐπὶ τὴν ἀρχὴν αὐτῶν κατιόντος φυγάδος μὲν ὄντος, τῷ καιρῷ δὲ ἰσχύοντος, καὶ πάλιν ἄλλος ἐπʼ ἄλλῳ πλαγιασμῷ, πολλῶν δὲ αὐτῷ συμπραττόντων, ἔχοντος δὲ Ἑλληνικὴν δύναμιν, εἰληφότος δὲ Ἀνθεμοῦντα καὶ Θέρμαν, Μακεδόνων δὲ οὐχ ὁμονοούντων, ἀλλὰ τῶν πλείστων τὰ Παυσανίου φρονούντων, ἐπὶ τῶν καιρῶν τούτων, ὤρθωσε δὲ καὶ ἀνέπαυσεν ἡμᾶς ἐχειροτόνησαν Ἀθηναῖοι στρατηγὸν Ἰφικράτην.

κατὰ δὲ τὴν ἀπαγγελίαν γίνεται περιβολὴ οὕτως, ὅταν τις τοῖς ἰσοδυναμοῦσι χρῆται. χρὴ δὲ εἰδέναι ὅτι τῶν ἰσοδυναμούντων τὰ μὲν κατὰ τὸ ἀκόλουθον παρατίθεται, τὰ δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου. τὰ μὲν κατὰ τὸ ἀκόλουθον, ὅπου λέγει ἔρρωσαι καὶ σαυτῷ πιστεύεις, καὶ πάλιν τὴν μὲν ἀσέλγειαν καὶ τὴν ὕβριν, καὶ πάλιν τὸν πλοῦτον καὶ τὴν περιουσίαν, ἢ τοὺς ἑταίρους καὶ φίλους. τὰ

δὲ κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἰσοδυναμοῦντα πάλιν ταῦτα ἀμελούμενα ἰδὼν καὶ οὐδεμιᾶς βοηθείας τυγχάνοντα. ἰσοδυναμοῦν δὲ κἀκεῖνο πάντας ὑμᾶς καὶ ὅλον τὸν δῆμον.

εἰδέναι δὲ χρὴ ὅτι καὶ τοῦτο οὐδενὸς ἔλαττον τὸ θεώρημά ἐστιν, ὅτι ἡ σεμνότης καὶ ἡ περιβολὴ κοινωνοῦσι κατὰ πάντα· καθʼ ὅσα γὰρ καὶ συνίσταται, κοινωνοῦσιν ἀλλήλαις, καὶ δεῖ οὕτω διανοεῖσθαι περὶ αὐτῶν.