Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης, ἢ πάλιν καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι.

βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι

σχήμασιν, οἷον Χαρίδημον, οἴμοι, καὶ τὸ τοῦ Αἰσχίνου παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι. καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;

βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν.

βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων, δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν.

καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι.

περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ

ὡρισμένον οὐχ ἥκιστα δὲ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. καὶ πάλιν πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατʼ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ ἑαυτοὺς ἄχθεσθαι. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι, τὸ ἐν ἀθροίσματι συλλαβεῖν δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, τὸ κατʼ εἶδος μερίσαι ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι. καὶ τρίτον παράδειγμα ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. καὶ πάλιν πολλὰ μὲν οὖν τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.

περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατʼ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατʼ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ

πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατʼ εἶδος διαστήσας τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατʼ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι. νῦν λέγει ἃ ἐποίησε κατʼ εἶδος οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν. καὶ πάλιν ἐν γένει οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. εἶτα κατʼ εἶδος προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες, εἶτα κατʼ εἶδος Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων, εἶτα πάλιν ἐν γένει συλλαβὼν ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν δικαίως, ἀκούσατε, εἶτα πάλιν κατʼ εἶδος πρῶτον μὲν πρὸς Λεωδάμαντα. ὅταν μὲν οὖν μὴ ψιλὰ κατʼ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.