Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
βαρύτητος δὲ καὶ τὸ ἀπεύχεσθαι τὰ ἄτοπα, καίτοι μὴ γένοιτο, ὦ ἄνδρες Ἀθηναῖοι, τὰ πράγματα ἐν τούτῳ. τεθνάναι δὲ μυριάκις κρεῖττον ἢ κολακείᾳ τι ποιῆσαι Φιλίππῳ.
κατὰ δὲ σχῆμα οὕτω βαρύτης γίνεται, ὅταν τις τῷ τῆς διανοίας σχήματι χρῆται, οἷον ὅμοιός γε, οὐ γάρ; Σόλων νομοθέτης καὶ Τιμοκράτης, ἢ πάλιν καλήν γε οἱ πολλοὶ ἀπειλήφασιν Ὠρειτῶν χάριν, ὅτι τοῖς Φιλίππου φίλοις ἐπέτρεψαν ἑαυτούς, τὸν δὲ Εὐφραῖον ἐμίσουν, καλήν γʼ ὁ δῆμος ὁ Ἐρετριέων, ὅτι τοὺς ὑμετέρους πρέσβεις ἀπήλασαν, Κλειτάρχῳ δὲ ἐνέδωκαν ἑαυτούς, καὶ δὴ δουλεύουσί γε μαστιγούμενοι.
βαρύτητος δὲ καὶ τὸ τοῖς σχετλιαστικοῖς χρῆσθαι
σχήμασιν, οἷον Χαρίδημον, οἴμοι, καὶ τὸ τοῦ Αἰσχίνου παντελῶς ἐκαρτερεῖτε ὡς σιδήρειοι. καὶ αἱ ἀποσιωπήσεις δὲ τὸ αὐτό σοι δυνήσονται, οἷον τί ἄν σέ τις εἰπὼν ὀρθῶς προσείποι;βαρύτης δὲ γίνεται καὶ ὅταν προαχθῇς εἰπεῖν τι λυπηρὸν κατὰ τῶν ἀκουόντων, ὃ οἴεται βαρέως ἂν αὐτοὺς ἐνεγκεῖν τις, εἶτα ἀνορθώσῃς ὡς μὴ ἔχων αὐτοῦ μετριώτερόν τι εἰπεῖν, ὡς ἔχει καὶ τὸ ἐν ταῖς ἐπιστολαῖς, εἰ δὲ τὸ περιφανὲς ἀξίωμα τῆς βουλῆς ἢ τὸν Ἄρειον πάγον προσβλέπετε, τῆς Ἀριστογείτονος κρίσεως ἀναμνησθέντες ἐγκαλύψασθε· οὐ γὰρ ἔχω πρᾳότερον πρόσφθεγμα τοῖς ἐξημαρτηκόσιν εἰς ἐμὲ αὐτὸν εἰπεῖν.
βαρύτητα δὲ καὶ τὸ τοιοῦτον ἔχει, ὅταν δοὺς ὡς ὑπάρχον τί σοι, εἶτα ἀνελὼν αὐτὸ ἐπιδιστάσῃς, ὥσπερ ἔχει καὶ τὸ ἐν τοῖς Φιλιππικοῖς, ἀλλʼ ἐκεῖνος μὲν ὑμῶν οἴκοι μενόντων, σχολὴν ἀγόντων, ὑγιαινόντων, δοὺς τοῦτο ὡς ὑπάρχον αὐτοῖς εὐθὺς ἀνεῖλεν ἐπιλαβόμενος, εἰ δὴ τοὺς τὰ τοιαῦτα ποιοῦντας ὑγιαίνειν φήσαιμεν.
καὶ αἱ διαπορήσεις δὲ αἱ ἐν τοῖς σχετλιασμοῖς βαρύτητα ἔχουσιν, ὥσπερ ἐν ταῖς ἐπιστολαῖς, ὦ τί ἂν εἰπὼν μήτε ἁμαρτεῖν δοκοίην μήτε ψευσαίμην; λίαν ὀλίγωροι.
περιβολὴ δὲ γίνεται καθολικῶς, κατὰ γνώμην, κατὰ σχῆμα, κατὰ ἀπαγγελίαν. κατὰ μὲν γνώμην οὕτως, ὅταν ἀόριστά τις προσλαμβάνῃ τοῖς ὡρισμένοις, οἷον πολλαχόθεν μὲν οὖν ἄν τις ἴδοι τὴν ἀγνωμοσύνην αὐτοῦ καὶ τὴν βασκανίαν, τοῦτό ἐστι τὸ ἔξωθεν προσλαμβανόμενον ἀόριστον, νῦν τὸ
ὡρισμένον οὐχ ἥκιστα δὲ ἀφʼ ὧν περὶ τῆς τύχης διελέχθη. καὶ πάλιν πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι κατὰ τουτονὶ τὸν ἀγῶνα Αἰσχίνου. τοῦτο ἀόριστον, νῦν τὸ ὡρισμένον ἐν ἀθροίσματι προσληφθέν, δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, εἶτα ταῦτα κατʼ εἶδος ἐμέρισεν ἓν μὲν ὅτι οὐ περὶ τῶν ἴσων νῦν ἐμοὶ ὁ ἀγών, ἕτερον δὲ ὃ φύσει πᾶσιν ὑπάρχει, τῶν μὲν λοιδοριῶν καὶ τῶν κατηγοριῶν ἀκούειν ἡδέως, τοῖς ἐπαινοῦσι δʼ ἑαυτοὺς ἄχθεσθαι. ἅπαντα γὰρ ταῦτα περιβολῆς ἐστιν, ἡ πρόσληψις τοῦ ἀορίστου πολλὰ μὲν οὖν ἔγωγε ἐλαττοῦμαι, τὸ ἐν ἀθροίσματι συλλαβεῖν δύο δέ, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ μεγάλα, τὸ κατʼ εἶδος μερίσαι ἓν μὲν τὸ μὴ περὶ τῶν ἴσων εἶναι τὸν ἀγῶνα, ἕτερον δὲ τὸ πάντας οὕτως ἔχειν, τῶν μὲν λοιδορούντων ἡδέως ἀκροᾶσθαι, τοῖς ἐπαινοῦσι δὲ ἑαυτοὺς ἄχθεσθαι. καὶ τρίτον παράδειγμα ἐπὶ πολλῶν μὲν ἄν τις ἰδεῖν, ὦ ἄνδρες Ἀθηναῖοι, δοκεῖ μοι τὴν παρὰ τῶν θεῶν εὔνοιαν φανερὰν γιγνομένην τῇ πόλει, εἶτα ἡ ἐπὶ τὸ ὡρισμένον ἀπαγωγὴ οὐχ ἥκιστα δὲ ἐν τοῖς παροῦσι πράγμασι. καὶ πάλιν πολλὰ μὲν οὖν τῶν ὑπʼ ἐκείνου πραχθέντων ἄξια ἐπαίνου, μέγιστον δὲ πάντων ἡ τῶν τειχῶν ἀνάστασις.περιβολὴ δὲ καὶ τοῦτο ὅταν ἐν γένει προτιθῇς τὰ πράγματα, εἶτα κατʼ εἶδος ἐπεξίῃς, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὃ μὲν βούλεται εἰσαγαγεῖν, τοῦτό ἐστιν οὐ τοίνυν μὴ Λεύκων ἀδικηθῇ μόνον δεῖ σκοπεῖν, ἀλλὰ καὶ Ἐπικέρδης, ὁ δὲ πρὶν εἰπεῖν τὸ κατʼ εἶδος τὸ ἀλλὰ καὶ Ἐπικέρδης τὸ ἐν γένει προὔλαβεν ἀλλὰ καὶ εἴ τις ἄλλος εὖ μὲν ἐποίησεν ὑμᾶς εὖ
πράττων, εἰς δέον δὲ νῦν γέγονεν αὐτῷ τὸ λαβεῖν παρʼ ὑμῶν τὴν ἀτέλειαν, εἶτα νῦν ἦλθεν ἐπὶ τὸ κατʼ εἶδος διαστήσας τίς οὖν οὗτός ἐστιν; Ἐπικέρδης ὁ Κυρηναῖος. καὶ πάλιν τὰς εὐεργεσίας τοῦ Ἐπικέρδους εἰσάγων τὸ ἐν γένει προλαβὼν οὕτως εἰσήγαγε κατʼ εἶδος [τὸ ἐν γένει] ἀλλὰ τῷ παρὰ τοιοῦτον καιρόν, ἐν ᾧ καὶ τῶν εὖ πεπονθότων ἔργον ἦν εὑρεῖν ἐθέλοντά τινα ὧν εὐεργέτητο μεμνῆσθαι. νῦν λέγει ἃ ἐποίησε κατʼ εἶδος οὗτος γὰρ ἀνὴρ τοῖς ἠτυχηκόσιν ἐν Σικελίᾳ τῶν πολιτῶν ἔδωκε μνᾶς ἑκατόν. καὶ πάλιν ἐν γένει οἰκοδομήματα μέν γε καὶ κόσμον ἱερῶν καὶ λιμένων καὶ τῶν ἀκολούθων τούτοις τοσοῦτον καὶ τοιοῦτον κατέλιπον ἡμῖν ὥστε μηδενὶ τῶν ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι. εἶτα κατʼ εἶδος προπύλαια ταῦτα, ὁ Παρθενών, νεώσοικοι. καὶ πάλιν ἐν τῷ πρὸς Λεπτίνην τοὺς προσέχοντας τῷ νόμῳ βουλόμενος ἐξετάσαι καὶ διαβαλεῖν πρῶτον ἐν γένει αὐτῶν ἐμνήσθη ᾕρηνται δὲ τῷ νόμῳ σύνδικοι, καὶ μάλιστα οἱ δεινοὶ λέγειν ἄνδρες, εἶτα κατʼ εἶδος Λεωδάμας Ἀχαρνεὺς καὶ Κηφισόδοτος ἐκ Κεραμέων, εἶτα πάλιν ἐν γένει συλλαβὼν ἃ δὲ πρὸς τούτους ὑπολαμβάνοιτʼ ἂν δικαίως, ἀκούσατε, εἶτα πάλιν κατʼ εἶδος πρῶτον μὲν πρὸς Λεωδάμαντα. ὅταν μὲν οὖν μὴ ψιλὰ κατʼ εἶδος λέγῃς, ἀλλὰ προλαμβάνῃς τὰ ἐν γένει, περιβολὴν ποιεῖς.ἔτι περιβολῆς, ὅταν τις διὰ μέσου τοῦ νοήματος ἢ τῶν νοημάτων, πρὶν ἀπαρτίσαι τὸν νοῦν, ἕτερα ἐμβάλῃ νοήματα, ὅπερ ἐὰν μὴ ἔν τινι μέτρῳ γένηται, δεινὴν ἀσάφειαν ἐργάζεται. παράδειγμα δὲ τῆς περιβολῆς ταύτης ἐν τῷ κατὰ Ἀριστοκράτους, εἰκότως δʼ ἄν,
ὦ ἄνδρες Ἀθηναῖοι, καὶ προσέχοιτέ μοι τὸν νοῦν καὶ μετʼ εὐνοίας ἀκούσαιτε ἃ λέγω, εἶτα συστατικὰ τοῦ ὅτι δεῖ προσέχοντας ἀκοῦσαι, ἄλλο ἐπὶ ἄλλῳ ἐπεμβεβλημένον, καὶ ταῦτα πεπλαγιασμένα, ἐπειδὴ γὰρ οὐχὶ τῶν ἐνοχλούντων ὑμᾶς οὐδὲ τῶν πολιτευομένων παρʼ ὑμῖν ὤν [τι] πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον, ἐὰν ὅσον ἐστὶν ἐν ὑμῖν συναγωνίσησθέ μοι καὶ προθύμως ἀκούσητε. καὶ οὐχ ἓν τὸ ἐκβησόμενον αὐτοῖς ἐκ τοῦ ἀκοῦσαι ἀγαθόν, ἀλλὰ δύο, τὸ μὲν ἐκ τοῦ παρόντος τοῦτό τε σώσετε, τὸ δὲ ἐκ τοῦ μέλλοντος καὶ ποιήσετε μὴ κατοκνεῖν, ἐάν τίς τι καὶ ἡμῶν οἴηται δύνασθαι ποιῆσαι τὴν πόλιν ἀγαθόν. τοῦτο μὲν οὖν πεπλήρωται καὶ οὐδὲν λείπει αὐτῷ, ὁ δέ, ἵνα πλείων ἡ περιβολὴ γένηται, καὶ τὸ ἐναντίον παραθεὶς ἐπανέλαβε. τί δὲ ἦν τὸ ἐναντίον τοῦ καὶ μᾶλλόν τινα προθυμηθῆναι ἂν ποιῆσαί τι τὴν πόλιν ἀγαθόν; νῦν δὲ πολλοῖς τοῦτο φοβουμένοις, λέγειν μὲν ἴσως οὐ δεινοῖς, βελτίοσι δὲ ὅμως ἀνθρώποις τῶν δεινῶν, οὐδὲ σκοπεῖν ἐπέρχεται τῶν κοινῶν οὐδέν. καὶ τοῦτʼ ἂν ἀπήρτιστο, ἀλλὰ καὶ ἐνταῦθα οὐκ ἤρκεσεν, ἀλλὰ καὶ κατασκευὴν τοῖς προειρημένοις ἐξ ἰδιότητος προσέθηκεν ἐγὼ γοῦν ἀπώκνησα ἄν, εὖ ἴστε, καὶ αὐτὸς τὴν γραφὴν ταύτην ἀπενεγκεῖν, ὥστε τοῦτον τὸν τρόπον συμπεπλέχθαι τὸ προσέχειν λέγοντι. καὶ τόδε ἄτοπον οὐκ ἔσται, τὸ ὀκνεῖν τινας τὴν πόλιν εὖ ποιεῖν, ὡς νῦν γε ὀκνοῦσι, διὰ τὸν φόβον καὶ τὴν ἀπειρίαν τοῦ λέγειν· ἐγὼ γοῦν μικροῦ ὤκνησα καὶ αὐτός. πῶς οὖν κατηγορεῖς; καὶ τούτου ἐξ ἰδιότητος ἡ κατασκευή, ὅτι δεινὸν ἡγοῦμαι πρότερον μέν, ὅτε ἔπλευσα τριηραρχῶν εἰς Ἑλλήσποντον εἰπεῖν καὶ κατηγορῆσαί τινων, οὓς ἀδικεῖν ὑμᾶς ἡγούμην, νῦν δὲ ἡσυχίαν ἄγειν καὶ σιωπῆσαι πρᾶγμα ἀλυσιτελὲς τῇ πόλει κατασκευάζοντας ὁρῶν τινας ἀνθρώπους. μή τί σοι δοκεῖ ὀλίγα ἐπεμβεβλῆσθαι νοήματα, ἵνα εἰς τοῦτο καταλήξῃ πᾶσα ἡ ἔννοια;ἵνα δὲ ἔτι σαφέστερόν σοι γένηται ὁποῖόν τί ἐστι τὸ διὰ μέσου ἐμβαλεῖν πλείω νοήματα, ἐκεῖνο σαφέστατον παράδειγμα ἐν τῷ τῆς παραπρεσβείας τὸ γὰρ πρὸς ἄνδρα θνητόν, ἓν νόημα ἐκ προσώπου, καὶ διὰ καιρούς τινας ἰσχύοντα γράφοντας εἰρήνην ἀθάνατον συνθέσθαι τὴν κατὰ τῆς πόλεως αἰσχύνην, τὸ πρᾶγμα τὸ γινόμενον, τὸ δὲ ἐπʼ αὐτῷ καὶ οὔπω ἀπήρτισται, ἀλλʼ ἐπεμβάλλει. πάλιν πῶς γὰρ οὐκ αἰσχρὸν δημοσίᾳ μὲν πάντας ὑμᾶς τοῖς πεπραγμένοις ἐκ τῆς εἰρήνης ἐπιτιμᾶν καὶ μήτε τῶν ἐν Ἀμφικτύοσι κοινωνεῖν ἐθέλειν, δυσκόλως τε ἔχειν καὶ ὑπόπτως πρὸς τὸν Φίλιππον, ὡς ἀσεβῶν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων, καὶ οὔτε δικαίων οὔθʼ ὑμῖν συμφερόντων· εἰς δὲ τὸ δικαστήριον εἰσελθόντας, νῦν πρόσεχε τοῖς ἐπιβεβλημένοις, τὰς ὑπὲρ τούτων εὐθύνας δικάσοντας, ἄλλο νόημα ὅρκον ὑπὲρ τῆς πόλεως ὀμωμοκότας, ὃν εἰλήφατε ἐπʼ αὐτοφώρῳ τοιαῦτα πεποιηκότα, νῦν τὸ συμπληροῦν τοῦτον ἀφεῖναι.
περιβολὴν δὲ ποιεῖ καὶ ὅταν τις μὴ ἀκόλουθα ἐξετάζῃ μόνον, ἀλλὰ καὶ τἀναντία προσλαμβάνῃ, ὡς ἐν τῷ τῆς παραπρεσβείας τὸ μὲν ἁπλοῦν ἦν καὶ τὸ ἀκόλουθον οὕτως, ἐπεὶ γὰρ ἐχειροτονήσατε τοῦτον πρεσβευτήν, ὡς φυλάξοντα τοὺς ἄλλους, ἐνταῦθα τὸ ἐναντίον προσλαβὼν οὕτως ἐπάγει τὸ ἀκόλουθον ἐχειροτονήσατε τοῦτον πρότερον τὸ τί μὴ ποιήσοντα, εἶτα τὸ τί ποιήσοντα, οὐχ ὡς τῶν ἀποδωσομένων τὰ ὑμέτερα,
οὐδʼ ὡς τῶν πεπιστευκότων τῷ Φιλίππῳ, εἶτα νῦν τὸ ἀκόλουθον, ἀλλʼ ὡς φυλάξοντα τοὺς ἄλλους. καὶ πάλιν ἐν τῷ τῆς παραπρεσβείας, ἐπειδὴ δὲ ἧκεν ἡ ἐκκλησία, παρελθὼν Αἰσχίνης πρῶτος ἡμῶν ἁπάντων, καὶ οὐκ εὐθὺς τὸ ἀκόλουθον ἐπήνεγκεν, τάδε ἀπήγγειλεν, ἀλλὰ πρότερον κατὰ τὸ ἐναντίον τοῦ ἀκολούθου ἃ δέον ἀπαγγέλλειν οὐκ ἀπήγγειλε, τίνα δὲ ἦν ταῦτα; πρῶτον τοῦ μὲν ἀπαγγέλλειν τι περὶ τῶν πρεσβευομένων ἢ περὶ τῶν ἐν τῇ βουλῇ ῥηθέντων, εἰ ἄρα ἠμφισβήτει μὴ ἀληθῆ λέγειν ἐμὲ παμπληθὲς ἀπέσχεν, εἶτα νῦν κατὰ τὸ ἀκόλουθον ἃ ἐποίει καὶ ἐδημηγόρει καὶ τοιούτους εἶπε λόγους. ἵνα δὲ εἰδῇς ὅτι συγγένειαν ἔχει τὰ τῆς περιβολῆς θεωρήματα, εἴπομεν ἐν τοῖς ἐπάνω ὅτι περιβολή ἐστι τὰ ἐν γένει προλαβόντα κατʼ εἶδος ἐπάγειν, ἀλλὰ καὶ νῦν λέγωμεν ὅτι περιβολή ἐστι τὸ μὴ μόνον τὰ ἀκόλουθα ἐξετάζειν, ἀλλὰ καὶ τὰ ἐναντία τῶν ἀκολούθων· ἐνταῦθα ἀμφότερα πεποίηκεν, ὃ μὲν οὐκ ἐποίει, ὃ δὲ ἐποίει, προθεὶς τὸ ἐναντίον πρὸ τοῦ ἀκολούθου, τὰ δὲ ἐν γένει προλαβὼν κατʼ εἶδος, τὰ μὲν ἐν γένει εἰπὼν ἐν τῷ εἶπε δὲ τοιούτους λόγους καὶ τηλικαῦτα καὶ τοιαῦτα ἔχοντας ἀγαθὰ ὥστε ἅπαντας λαβὼν ὑμᾶς ᾤχετο. ταῦτα μὲν ἐν γένει, νῦν τὸ κατʼ εἶδος ἔφη γὰρ ἥκειν πεπεικὼς Φίλιππον, εἶτα πάλιν ἐν γένει πάνθʼ ὅσα συμφέρει τῇ πόλει, εἶτα κατʼ εἶδος καὶ περὶ τῶν ἐν Ἀμφικτύοσι καὶ περὶ τῶν ἄλλων ἁπάντων. καὶ ἐν τῷ κατὰ Μειδίου δὲ ὡς δέον εἴ τις ὑβρισθεὶς ὑπὸ τούτου, τὸ μὲν ἀκόλουθον δίκης ἀξιοῖ τυχεῖν, τὸ δὲ ἐναντίον τοῦ ἀκολούθου καὶ μὴ σιωπᾷ.περιβολῆς δὲ καὶ τὸ μὴ ψιλὰ τὰ νοήματα
εἰσάγειν, τουτέστι τὰ πράγματα, ἀλλὰ προσλαμβάνειν αὐτῶν τὴν γνώμην τῶν τοιούτων ἢ τὴν ποιότητα τῆς γνώμης. οὕτω περιβολὴν εἰργάσατο δοκοῦσι δέ μοι Λακεδαιμόνιοι μάλα δεινῶν ἔργον ἀνθρώπων ποιεῖν, εἶτα τὸ γιγνόμενον ὑπʼ αὐτῶν, νυνὶ γάρ φασι δεῖν ἐκεῖνοι Ἠλείους μὲν τῆς Τριφυλίας τινὰ κομίσασθαι. καὶ ἐν τοῖς Φιλιππικοῖς δοκεῖτε δέ μοι πολὺ βέλτιον ἂν περὶ τοῦ πολέμου καὶ ὅλης τῆς παρασκευῆς βουλεύσασθαι, εἶτα ἐπάγει ὧν ἕνεκα ταῦτα προελήφθη εἰ τὸν τόπον, ὦ ἄνδρες Ἀθηναῖοι, τῆς χώρας ᾗ πολεμεῖτε ἐνθυμηθείητε.περιβολὴν δὲ ποιεῖς καὶ ὅταν πρὶν τὸ εἰσαγόμενον εἰπεῖν, τὸ κατασκευαστικὸν αὐτοῦ προλάβῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην εἰ μὲν ἁπλῶς καὶ χωρὶς περιβολῆς ἔλεγεν, οὕτως ἂν εἶπε, καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος κελευόντων ἀποδοῦναι, τῶν δὲ κοινῇ συνδιαλῦσαι, νῦν δὲ ὅρα πῶς προέλαβε τὰ κατασκευαστικὰ καθʼ ἑκάτερον, καὶ τῶν μὲν οὐκ εὐθὺς εἶπε τοὺς ἐξ ἄστεος, ἀλλὰ διὰ μέσου τοὺς δανεισαμένους ἀποδοῦναι κελευόντων, τοὺς ἐξ ἄστεος, τῶν δέ, καὶ οὐκ εὐθὺς ἀντέθηκε, κοινῇ διαλῦσαι, ἀλλὰ πάλιν προέλαβε τὸ κατασκευαστικὸν τῶν δὲ τοῦτο πρῶτον ὑπάρξαι σημεῖον ἀξιούντων κοινῇ διαλύσασθαι τὰ χρήματα.
περιβολῆς καὶ τοῦτο, ὅταν μὴ ψιλὸν τὸ εἰσαγόμενον λέγῃς, οἷον ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εἰσαγόμενον, τοῦτο μὲν ἐν τοῖς κυρίοις νόμοις ὑπάρχον τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι, ὁ δὲ προὔλαβε τὴν ποιότητα τοῦ εἰσαγομένου τοῦτο μὲν ἐν τοῖς οὖσι νόμοις κυρίοις ὑπάρχον, εἶτα ἡ ποιότης προσληφθεῖσα καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ
σαφές, καὶ νῦν τὸ εἰσαγόμενον, τὰς δωρεὰς ὅσας ὁ δῆμος ἔδωκε κυρίας εἶναι. καὶ πάλιν ἐπʼ αὐτῷ ἡ ἐπίκρισις δίκαιον ὦ γῆ καὶ θεοί. καὶ ἄλλως ὅπου ἂν μὴ ψιλὰ τὰ πράγματα εἰσάγῃς, ἀλλὰ προλαμβάνῃς τι αὐτῶν ἢ ἐπάγῃς τι αὐτοῖς, περιβολὴν ἐργάσει.περιβολὴν δὲ ποιεῖς καὶ ὅταν εἰσάγων τι παρʼ αὑτοῦ, οἷον Κόνων ὑμᾶς τοσαῦτα εὐεργέτησε, μὴ εὐθὺς εἴπῃς τί ἐποίησεν, ἀλλὰ προλαβὼν ἐκ τίνων τίνα ἐποίησε, πῶς ἐχόντων ἐποίησεν, ὡς ἐν τῷ πρὸς Λεπτίνην τὸ μὲν εὐεργέτημα κατεναυμάχησεν, ὁ δὲ πρὶν τοῦτο εἰπεῖν προλαβὼν προσηγάγετο, καὶ πῶς ἐχόντων τί ἐποίησεν μετὰ τὴν τοῦ δήμου κάθοδον, τὴν ἐκ Πειραιῶς, ἀσθενοῦς ἡμῶν τῆς πόλεως οὔσης καὶ ναῦν οὐδεμίαν κεκτημένης, στρατηγῶν βασιλεῖ, παρʼ ἡμῶν οὐδʼ ἡντιναοῦν ἀφορμὴν λαβών, νῦν τὸ γενόμενον ὑπʼ αὐτοῦ κατεναυμάχησε Λακεδαιμονίους.
κατὰ δὲ σχῆμα περιβολὴ γίνεται οὕτω. τὸ καθʼ ὑπόθεσιν σχῆμα μάλιστα περιβολὴν ἐργάζεται, καὶ ὅταν τις ὑποστάσεσι χρῆται. ὅ τι δέ εἰσιν ἐν τῷ λόγῳ αἱ ὑποστάσεις καὶ ὅσον δύνανται, ἐπὶ παραδειγμάτων γνώσῃ, ὥσπερ ἐν τῷ κατὰ Κόνωνος εὐθὺς ἐν ἀρχῇ ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος τούτου γε, καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, πολλὰ καὶ δεινὰ ἢ καὶ διάφορα πράγματα, ὧν οὐδὲν γέγονε δεινότερον, ὁ δὲ διὰ τῆς ὑποστάσεως περιβολὴν εἰργάσατο τοιαῦτα ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφευξεῖσθαί με. διαφέρει δέ τι καὶ τὸ ἴδιον τῆς ὑποστάσεως· τούτῳ γὰρ πάνυ πρόσεχε, ὅτι εἰ μὲν ἁπλῶς εἶπεν, ὑβρισθείς, ὦ ἄνδρες δικασταί, καὶ παθὼν ὑπὸ Κόνωνος πολλὰ καὶ
δεινά, ἀπήρτιστο ἂν τὸ νόημα καὶ οὐδενὸς προσέδει καὶ ἔδει μεταβῆναι, τὸ δὲ τῇ ὑποστάσει ἀναρτῆσαι ἐν τῷ εἰπεῖν καὶ παθὼν τοιαῦτα ἀκόλουθον ἔσχε τὸ ἐπαγαγεῖν ποδαπά, ὥστε πολὺν χρόνον πάνυ μήτε τοὺς οἰκείους μήτε τῶν ἰατρῶν μηδένα προσδοκᾶν περιφεύξεσθαί με. ἡ ὑπόστασις οὖν τοῦτο δύναται, πολλὰ ἐξ ἑνὸς ποιῆσαι τὸ ὄνομα καὶ περιβολὴν ἐργάσασθαι. καὶ πάλιν ἐν τῷ κατὰ Κόνωνος προϊὼν λέγει καὶ τὸ μὲν πρῶτον κακῶς ἔλεγον, τελευτῶντες δὲ καὶ πληγὰς ἐνέτεινάν μοι. καὶ τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, καὶ κραυγὴν πολλὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν, ἀλλʼ ἀπήρτιστο ἂν τὸ νόημα καὶ ὅμοιον ἦν ἐρριμμένῳ, νῦν δὲ ἡ ὑπόστασις τὴν περιβολὴν εἰργάσατο, καὶ τοσαύτην κραυγὴν καὶ θόρυβον περὶ τὴν σκηνὴν ἐποίησαν· ἀκολουθεῖ γὰρ τῇ κατὰ τὴν ὑπόστασιν ἀναρτήσει πάντως ἄλλο ἐπαχθῆναι νόημα, [τοσαύτην κραυγὴν ἐποίησαν] ὥστε καὶ τὸν στρατηγὸν καὶ τοὺς ταξιάρχους ἐλθεῖν. καὶ ἄλλη ὑπόστασις ἐν τῷ λόγῳ, τὸ μὲν ἁπλοῦν ἦν εἰπεῖν, κακῶς με διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ἡ δὲ περιβολὴ ἐκ τῆς ὑποστάσεως οὕτω διέθηκαν ἐναλλόμενοι καὶ παίοντες, ὥστε τὸ μὲν χεῖλος διακόψαι.περιβολῆς δὲ σχῆμα καὶ τὸ κατὰ τὴν ἀπαρίθμησιν. παράδειγμα δὲ τούτου ἐν τῷ τῆς παραπρεσβείας, ὅπου λέγει τίνων οὖν χρὴ παρὰ πρεσβευτοῦ λόγον λαβεῖν; καὶ τὸ μὲν ἁπλοῦν ἦν οὕτως εἰπεῖν, ὧν ἀπήγγειλεν, ὧν ἔπεισε, τὸ δὲ τῆς περιβολῆς ἐν τῇ ἀπαριθμήσει πρῶτον μὲν τοίνυν ὧν ἀπήγγειλε, δεύτερον δὲ ὧν ἔπεισε, τρίτον δὲ ὧν προσετάξατʼ αὐτῷ. καὶ πάλιν ἑτέρωθι τοῦ χάριν δὴ
ταῦτα διεξῆλθον; πρώτου μέν, ἵνα γνῶτε καὶ μάθητε, δευτέρου δὲ οὐδὲν ἐλάττονος τούτου.