Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ ὅταν πάντα τις διελὼν ἕν τι καταλείπῃ τῷ ἀντιδίκῳ, ὡς ὑπὲρ αὐτοῦ [τοῦ] μηδὲν ἧττον ἢ κατʼ αὐτοῦ, βαρύτης γίνεται, οἷον πλὴν ἔστι νὴ Δία, ἐστὶν
ἀδελφός τις αὐτῷ ὁ τὴν καλὴν δίκην αὐτῷ λαχών. καὶ πάλιν ἀνελὼν διʼ ἃ οὐ δεῖ ἐπάγει πλὴν εἰ τοῦτό τις εἴποι, μανέντες· ἄλλο γὰρ οὐκ ἔστιν εἰπεῖν.καὶ ὅταν εἰς κρίσιν ἀνάγῃς τεθνηκότων ἐνδόξων, βαρὺ δοκεῖ τὸ τοιοῦτον εἶναι, οἷον καίτοι πηλίκον ἂν στενάξαιεν οἱ πρόγονοι. καὶ πάλιν καίτοι τίνα ποτὲ οἴεσθε τοὺς προγόνους ὑμῶν ὀργὴν ἢ ψῆφον θέσθαι κατὰ τῶν αἰτίων τούτου τοῦ ὀλέθρου;