Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

περὶ ψόγου. ὁ δὲ ψόγος ἐν τρισὶ τρόποις λαμβάνεται· καὶ γὰρ κατὰ τὴν αὔξησίν ἐστι ψέγειν, καὶ κατὰ παράλειψιν, καὶ κατὰ παραβολήν, κατὰ εὐφημίαν δὲ οὐκέτι, ἀλλὰ κατὰ τὸ ἐναντίον τῇ εὐφημίᾳ, δυσφημίαν. κατὰ δυσφημίαν ψόγος γίνεται, ὅταν τὰ καλῶς πεπραγμένα ἐπὶ τὸ δυσφημότερον ἐξαγγέλληται, οἷον εἰ λέγοι τις ὡς ὁ Μενέλεως οὐχ ὑπὲρ μεγάλων πραγμάτων, οὐχ ὑπὲρ ὧν ὁ βάρβαρος ὕβρισεν εἰς τὴν Ἑλλάδα ἀγανακτῶν ἐπὶ τὴν Τροίαν ἐστράτευσε, μιᾶς δὲ γυναικὸς ἕνεκα οὐκ ἀγαθῆς, ὡς καὶ ὁ τραγικός φησιν,

  1. ὦ πλὴν γυναικὸς οὕνεκα στρατηλατεῖν,
  2. τἆλλʼ οὐδέν.

σύνθεσίς ἐστιν ἡ μὲν συνεχὴς ἡ διὰ πλειόνων ἑξῆς εἰρομένη, ὡς τὸ νόσημα γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα χαλεπόν, ἡ δὲ λελυμένη, τότε μὲν κεχυμένη, ὥσπερ τὸ ἔστω, γινέσθω ταῦτα, οὐδὲν ἀντιλέγω, ἡ δὲ κατὰ περίοδον, ἥτις ἐστὶν σύνταξις κώλων καὶ κομμάτων εἰς διάνοιαν ἀπηρτισμένη φράσις, ὥσπερ τὸ καὶ σπουδαῖα νομίζων, ὦ ἄνδρες Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει πειράσομαι περὶ αὐτῶν εἰπεῖν ἃ νομίζω συμφέρειν.

τὸ δὲ κῶλόν ἐστι σύνθεσις ὀνομάτων δύο καὶ πλειόνων, ὡς τὸ οὐ προφάσεως ἀπορῶ διʼ ἣν Νικίᾳ βοηθῶ. κόμμα δʼ ἐστὶ κώλου μέρος καθʼ αὑτὸ μὲν τιθέμενον, ὡς τὸ γνῶθι σαυτὸν καὶ μηδὲν ἄγαν. μεθʼ ἑτέρων δὲ ὡς τὸ ἀντιβολῶ πρὸς παίδων, πρὸς γυναικῶν, πρὸς τῶν ὄντων ὑμῖν ἀγαθῶν.