Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἴη ἂν καὶ ὁ ῥήτωρ τοιοῦτος·

φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν· ὁ δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτʼ εἰσενέγκασθαι· κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.

αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί, αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατʼ οὐσίαν, αἱ δὲ κατʼ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δʼ ἐγγὺς πλήθει· ἀλλʼ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι· τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπʼ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ ὁ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ

συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν· ὁ τοίνυν συμβουλεύων ἐρεῖ πάντα ἃ δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν ἢ δίκην ἀγωνιζόμενος· ὁ δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ ὁ συμβουλεύων.

τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφʼ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλʼ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.