Ars Rhetorica
Aristides, Aelius
Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.
καὶ ἄλλαι δέ εἰσι περὶ λόγους, ὡσαύτως δὲ καὶ περὶ ποίησιν ἰδέαι, καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμνόμενος κατὰ τοῦτο ηὐδοκίμησεν, Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὥραν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχείρισιν. οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν. σκοτοδινιᾷ δὲ ἐνταῦθα πᾶς ἀκροατὴς καὶ οὐκ ἔχει τί γένηται, ἀλλʼ ὥσπερ ἐν τῇ παρατάξει κυκλούμενοι θορυβοῦνται καὶ ὡς ἕκαστος ἔχει φύσεως, οὕτως ἐπαινεῖ ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραῖα, ὁ δὲ ἄλλος ἄλλο τι.
ἐπεὶ δὲ καὶ τὰ τῆς ἀρετῆς μόρια ἐν τῷ εἴδει τῆς ῥητορικῆς εὑρίσκεται, εἴη ἂν καὶ ὁ ῥήτωρ τοιοῦτος·
φρονίμου μὲν γάρ ἐστιν οἶμαι καὶ σώφρονος γνῶναι τὴν ἀξίαν ἑκάστου τῶν πραγμάτων, δικαίου δὲ τὰ πρέποντα καὶ ἑαυτῷ καὶ ἑτέροις ἀποδοῦναι, ἀνδρείου δὲ μὴ φοβηθῆναι τἀληθὲς εἰπεῖν· ὁ δὲ αὐτὸς νεμεσῶν ἅπασι τοῖς ἐναντίοις τούτων. εἰκότως ἐνέχεταί τισιν, ὡς ἂν μὴ δόξῃ, ὡς ἀλλότριοι τοῦ λέγοντος οἱ λόγοι καὶ μείζω τὴν δόξαν τῆς ἀληθείας ἐφελκόμενοι. τοῦ ῥήτορος τοίνυν ἐστὶ καὶ ταῦτα, τὸ ἰδεῖν τὰ βέλτιστα καὶ ἐξειπεῖν καὶ διαχειρίσαι ἕκαστα, τὰς ἁρμονίας φυλάξαι καὶ τὴν ἀεὶ πρέπουσαν τῷ καιρῷ τάξιν καὶ προαίρεσιν, σωφρονίσαι, προτρέψαι, κατασχεῖν, ὅτου δέοι, τοῦτʼ εἰσενέγκασθαι· κάλλους τε καὶ τοῦ νοῦ καὶ ῥώμης καὶ σωφροσύνης ὅλως μετέχοντας τοὺς λόγους ἀποδεῖξαι τῇ πυκνότητι τῶν ἐνθυμημάτων, τῇ συμμετρίᾳ τῶν ῥημάτων, ταῖς ἁρμονίαις, τῇ περινοίᾳ, τοῖς σχήμασι, ταῖς χάρισι τῶν κεφαλαίων, τοῦ βουλήματος, τῶν ὑποθέσεων.αἱ μὲν γάρ εἰσιν ἐγκωμιαστικαί, αἱ δὲ συμβουλευτικαί, αἱ δὲ δικανικαί. τῶν δὲ δικανικῶν αἱ μέν εἰσι κατʼ οὐσίαν, αἱ δὲ κατʼ ἰδιότητα, αἱ δὲ κατὰ ποιότητα, καὶ πάλιν αὖ τῶν δικανικῶν λόγων οἱ μὲν οἶμαι βραχύτατοί εἰσιν, οἱ δὲ μήκιστοι, οἱ δὲ [τῶν] διὰ μέσου τούτων. οἱ δὲ συμβουλευτικοὶ τοῦ δικανικοῦ τῇ μὲν φύσει βραχύτεροί εἰσι, καίτοι εἰσὶ μὲν καὶ οἱ συμβουλευτικοὶ ὡσπερεὶ μακρότεροι τῶν δικανικῶν, οἱ δὲ δικανικοὶ τῶν ὁμοειδῶν, οἱ δʼ ἐγγὺς πλήθει· ἀλλʼ οὔτε οὗτοι τούτων χωρὶς τίθενται οὔτε ἐκεῖνοι τούτων οὐδὲν διαφέρουσι· τῇ μὲν γὰρ τῶν πραγμάτων τύχῃ καὶ ἐπʼ ἔλαττον καὶ ἐπὶ πλεῖον προέρχονται, αὐτό τε ἑαυτοῦ ἑκάτερον καὶ τοῦ ἑτέρου, τῇ ὅλῃ φύσει τὸ ἕτερον τοῦ ἑτέρου πλέον τι. τοῦτο δὲ σημεῖον, ὅτι μὴ ὁ συμβουλευτικὸς πολὺ βραχύτερος τοῦ μηκίστου [καὶ] ἀγωνιστικοῦ, οὕτως οὐ μόνον ταῖς ἰδέαις, ἀλλὰ καὶ τῇ
συμμετρίᾳ κεχωρίσθαι βούλεται τὰ ἀγωνίσματα ἀλλήλων, ὡς ἐπὶ πλῆθος εἰπεῖν· ὁ τοίνυν συμβουλεύων ἐρεῖ πάντα ἃ δεῖ, ἐρεῖ δὲ ἐν ἐλάττοσιν ἢ δίκην ἀγωνιζόμενος· ὁ δὲ ἀγωνιζόμενος ἐρεῖ πάντα καθάπερ ὁ συμβουλεύων.τριῶν τοίνυν ὄντων εἰδῶν τοῦ λόγου καὶ τῆς περὶ ταῦτα τύχης τῶν πραγμάτων, φημὶ ἐμπίπτειν εἰς τὸ αὐτὸ ἄλλα εἴδη, ἃ δεῖ ἀναλαμβάνοντα κεραννύναι, ὥσπερ καὶ ὁ τοῦ Δημοσθένους λόγος [ἔχει οὕτως] ὁ τὴν φυλακὴν δοὺς Χαριδήμῳ τῶν τριῶν που μετέχει γενῶν· τὸ μὲν γὰρ τῶν παρανόμων μέρος ἄντικρυς ἐφʼ ἑαυτοῦ δικανικόν ἐστιν ἐλέγχον τὸν Ἀριστοκράτην ὅτι παρὰ τοὺς νόμους εἴρηκε· τὸ δὲ αὖ περὶ τοῦ συμφέροντος συμβουλευτικόν τινα ἔχει τύπον, ὡς οὐ χρὴ Κερσοβλέπτην ἐᾶν μείζω γενέσθαι· τρίτον δὲ ἐπὶ τούτοις ἐστὶ τῷ ἐγκωμιαστικῷ τρόπῳ προσῆκον, Χαριδήμου ψόγος. ταῦτα πάντα εἰς ἓν περιΐσταται τὸ δικανικὸν καὶ γέγονέ τις αὐτῶν κρᾶσις καὶ μῖξις τοιαύτη καὶ οὔτε τὸ ἕτερόν ἐστιν οἷον τὸ ἕτερον, ἀλλʼ ὅσον τὸ πρᾶγμα ἐθέλει, τοσοῦτον διαφέρει, καὶ οὐδὲν ἀπέρρωγεν ἀλλήλων τὰ εἴδη, ὡς μὴ ὁμολογούμενον αὐτὸν ἑαυτῷ τὸν ἅπαντα εἶναι λόγον.
εἰδέναι δὲ χρὴ ὅτι τῶν μὲν συμβουλευτικῶν ζητημάτων αἱ ὑποθέσεις αἵδε, τὸ δίκαιον, τὸ συμφέρον, τὸ δυνατόν, τὸ ῥᾴδιον, τὸ ἀναγκαῖον, τὸ ἀκίνδυνον, τὸ καλόν, τὸ εὐσεβές, τὸ ὅσιον, τὸ ἡδὺ καὶ τὰ ἐναντία τούτοις. συνίσταται δὲ τὸ μὲν δίκαιον νόμῳ, φύσει, ἔθει, τὸ δὲ νόμῳ δίκαιον θεωρεῖται ἐν προστάξει καὶ ἐν ἀπαγορεύσει. τὸ δὲ συμφέρον συνίσταται ἐκ τόπων τεσσάρων, οὗτοι δέ εἰσιν οἵδε, τήρησις ὧν ἔχομεν ἀγαθῶν, ἐπίκτησις ὧν οὐκ ἔχομεν ἀγαθῶν, ἀποφυγὴ τῶν περιεστώτων κακῶν, κώλυσις τῶν ἐπιφερομένων κακῶν. τὸ δὲ δυνατὸν συνίσταται ἐκ προσώπων καὶ τῶν
τούτοις προσφερομένων. τὸ δὲ ῥᾴδιον συνίσταται ἐκ τούτων, τοῦ ἐλαττόνων πόνων ἢ δαπάνης ἢ κινδύνων ἤ τινος ἄλλου τῶν τοιούτων πρὸς ἐναντίον δεῖσθαι. τὸ δὲ ἀναγκαῖον συνίσταται ἐκ τοῦ μὴ κατʼ ἔμφασιν ἄλλως πρᾶξαί τινα ἃ βούλεται ἢ ὡς ἂν ἡ ἀνάγκη προσαναγκάζῃ, ἐκ τοῦ μὴ [προσαναγκάζεσθαι] φόβους καὶ ταραχὰς καὶ λύπας καὶ τὸ ἐν ταῖς ἀνάγκαις βίαιον ἐκφυγεῖν ἄλλως πως ἢ οὕτως, ἢ ὡς ἡ ἀνάγκη προσαναγκάζει, ἐκ τοῦ ἀναγκαῖον αὐτὸ εἶναι πάντως ὁρίζεσθαι, οἷον τὸ ἀποθανεῖν. τὸ δὲ ἀκίνδυνον συνίσταται ἐκ τούτων, τοῦ μηδὲν δέος εἶναι παθεῖν μήτε ὑπὸ θεῶν μήτε ὑπὸ ἐχθρῶν μήτε ὑπὸ κρειττόνων τινῶν μήτε ὑπὸ τοῦ νόμου. τὸ δὲ καλὸν συνίσταται ὡς ὅρῳ περιλαβεῖν ἐκ τῶν ἐπαίνων τῶν ἀγαθῶν. ταῦτα δέ ἐστι τὸ εὐσεβές, αἱ τιμαί, οἱ ἔπαινοι, αἱ μνῆμαι, αἱ φιλίαι, αἱ πίστεις, τῶν προγόνων αἱ δόξαι, καὶ τὰ ὑπάρχοντα τοῖς ἔργοις, ἃ οὐ δεῖ καταισχύνειν, καὶ τὸ τηρεῖν τὰ πρέποντα ἐν τῷ βίῳ, οἷον εὐταξίαν, ἁπλότητα, ἀλήθειαν, φιλίαν· ὑπάρχοι δʼ ἂν εἰ πρὸς τούτοις συνίσταται τὸ καλὸν καὶ ἐκ τοῦ τὰ τῶν ἄλλων ἐπαινεῖν καὶ παραβάλλειν. καὶ ὅλως ὅσα κατὰ ἀρετὴν καὶ ἀρετῆς ἔργα· πάντα γὰρ ταῦτα τοῦ καλοῦ. ἀντίκειται δὲ τούτοις τὰ ἐναντία. τὸ δὲ εὐσεβὲς συνίσταται ἐκ τῆς φυσικῆς παρατηρήσεως τῶν πρὸς τοὺς θεοὺς δικαίων καὶ νομίμων. τὸ δὲ ὅσιον συνίσταται ἐκ τῆς τηρήσεως τῶν δικαίων τῶν πρὸς τὴν πατρίδα καὶ τὴν ταύτης πρόνοιαν, καὶ τοὺς γονεῖς καὶ εὐεργέτας καὶ παιδευτὰς καὶ τοὺς κατὰ γῆς. τὸ δὲ ἡδὺ συνίσταται ἐκ τῆς ἀπολαύσεως τῶν ἡδονῶν· τῶν δὲ ἡδονῶν αἱ μὲν γίνονται ἀπὸ γεύσεως, αἱ δὲ ἀπὸ ὄψεως, αἱ δὲ ἀπὸ ἀκοῆς, αἱ δὲ κατὰ διάνοιαν, ἃς μείζονας καὶ καθαρωτέρας εἶναι συμβέβηκε.