Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

κατὰ δὲ ἀπαγγελίαν οὕτως, ὅταν τις τῇ οἰκείᾳ λέξει τῶν πραγμάτων ἀντὶ τῆς τροπῆς χρῆται, καὶ ὅταν ὑπερβολαῖς ἧττον χρῆται, καὶ ὅταν δέ ποτε συναναγκασθῇ χρήσασθαί τινι τροπικῇ ὑπερβολῇ, παραιτῆται. καθʼ ὃν δὲ τρόπον γίνεται τοῦτο ῥᾴδιον δεῖξαι.

καὶ ἄλλαι δέ εἰσι περὶ λόγους, ὡσαύτως δὲ καὶ περὶ ποίησιν ἰδέαι, καὶ πόρρω καὶ ἐγγὺς ἀλλήλων, ἃς ἅμα μὲν πάσας λαβεῖν οὐ ῥᾴδιον, μέρος δὲ ἕκαστος ἀποτεμνόμενος κατὰ τοῦτο ηὐδοκίμησεν, Ὅμηρον δὲ ποιητὴν ἐξαιρῶ λόγου. ὅταν οὖν τις ἀγώνισμα ποιήσηται διὰ πάντων τῶν καλῶν τούτων διεξελθεῖν καὶ πάσας μίξεις μῖξαι περὶ τοὺς λόγους, πρῶτον μὲν χρὴ τὰ ἤθη πρέποντα τοῖς καιροῖς ἀποδοῦναι, ἔπειτα τὰς συζυγίας, οὗ μὲν ἀκρίβεια, ἐνταῦθα ὥραν προσθείς, οὗ δὲ βραχύτης, ἐνταῦθα τάχος, τῷ δὲ περιττῷ σαφήνειαν, χάριν δὲ οὗ σεμνότης, οὗ δὲ εὕρεσις, ἐνταῦθα διαχείρισιν. οὗ δὲ τολμήματα, ἐνταῦθα ἀσφάλειαν. σκοτοδινιᾷ δὲ ἐνταῦθα πᾶς ἀκροατὴς καὶ οὐκ ἔχει τί γένηται, ἀλλʼ ὥσπερ ἐν τῇ παρατάξει κυκλούμενοι θορυβοῦνται καὶ ὡς ἕκαστος ἔχει φύσεως, οὕτως ἐπαινεῖ ὁ μὲν τῆς λέξεως τὴν ἀκρίβειαν, ὁ δὲ τοῦ νοῦ τὴν λεπτότητα, ὁ δὲ ὡς ὡραῖα, ὁ δὲ ἄλλος ἄλλο τι.