Ars Rhetorica

Aristides, Aelius

Aristides. Rhetores Graeci, Vol. 2. von Spengel, Leonhard, editor. Leipzig: Teubner, 1854.

νῦν δὲ ἐπανέλθωμεν ἐξ ὧν συνίσταται ἡ σεμνότης ἡ ἀκινδυνοτέρα. ταῦτα δέ ἐστιν αἵ τε ἔνδοξοι πράξεις καὶ τὰ διανοήματα καὶ τῶν ἔργων τὰ σπανιώτατα καὶ παραδοξότατα, οἷον τὸ τὸν Ξέρξην ἐπινοῆσαι τὸν Ἑλλήσποντον ζεῦξαι καὶ διορύξαι τὸν Ἄθων καὶ πλεῦσαι, καὶ Ἀθηναίους ὑπομεῖναι ἐκλιπεῖν τὴν πόλιν καὶ εἰς τὰς ναῦς ἐμβῆναι, καὶ Λακεδαιμονίους βασιλεῖ πύλας ἀποκλεῖσαι. μεγάλα γὰρ ταῦτα καὶ σεμνότητος ἔργα καὶ [τὰ] διανοήματα, καὶ ταῦτα εἰκότως καὶ τὸν λόγον εἰς σεμνότητα ἐξαίρει.

παραδείγματος δὲ ἕνεκα ἔστω νόημα αὐτὸ καθʼ αὑτὸ ἐκ τῆς ἐννοίας σεμνότητος μετεσχηκὸς οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων καὶ τοὺς ἐμ Πλαταιαῖς παραταξαμένους. ἐνταῦθα γὰρ τὸ μὲν ζητούμενον ἦν εἰ δέον ἢ οὐ δέον ἡ πόλις ἐκινδύνευσεν ἐν Χαιρωνείᾳ, εἰ ἡμάρτηται τὸ προελέσθαι τὸν πόλεμον τοῦτον ἢ οὔ. τοῦτό ἐστι τὸ ζητούμενον, καὶ τὸ κατασκευαστικὸν γέγονεν, οὐχ ἡμάρτηται, ὅτι οὐδʼ οἱ πρόγονοι ἥμαρτον οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες. τὸ δὲ καὶ ὀμόσαι ὡς κατὰ θεῶν τῶν προγόνων, τοῦτο ἔχει τὴν ὑπερβολὴν τῆς σεμνότητος, οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων. δῆλον δὲ ὅτι ἐν τοῖς ἐνδόξοις καὶ καθʼ ὑπερβολὴν τῶν ἀγώνων ὁ καιρὸς τῶν τοιούτων ἐννοημάτων, οὐχ ὅταν βλάβης ἢ ἄλλου τινὸς τῶν φαυλοτάτων κρίνωμέν τινα ἢ κρινώμεθα. φαίη δʼ ἄν τις καὶ τὸ τοῦ ὅρκου σχῆμα εἶναι πᾶν· αὐτὸ γὰρ τὸ οὐ μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας οὐκ ἔστιν ὅρκος, ἀλλὰ παράδειγμα, οἷον οὐχ ἡμαρτήκατε τὸν ὑπὲρ τῆς ἁπάντων ἐλευθερίας καὶ σωτηρίας

ἀράμενοι κίνδυνον, ὥσπερ οὐδʼ οἱ ἐν Μαραθῶνι προκινδυνεύσαντες· καὶ γάρ ἐστιν ὅμοιον τῷ τὸν ὑπὲρ τῆς ἁπάντων σωτηρίας κίνδυνον ἄρασθαι τὸ ἐν Μαραθῶνι προκινδυνεῦσαι. τὸ μὲν οὖν πρᾶγμα εἰς παράδειγμα ἀντὶ τοῦ εὐθέως εἰπεῖν ἐσχημάτισε, πρός τε τὸ λαμπρὸν ἅμα καὶ ἀξιόπιστον εἰς ὅρκου φαντασίαν μεταβαλών.

καὶ τὸ ἀρχαιολογεῖν δὲ σεμνότητος, οἷον λογιζόμενοι δὲ ὅτι μητέρα Ὀρέστης ἀπεκτονὼς εὐμενῶν θεῶν δικαστῶν τυχὼν ἀποφυγγάνει. κατὰ γνώμην μὲν οὖν οὕτω γίνοιτʼ ἂν σεμνότης.

κατὰ σχῆμα δὲ οὕτως, ὅταν ἀποφαντικοῖς τις χρῆται τοῖς σχήμασιν, ὡς ἐν τῷ κατὰ Ἀριστογείτονος ὁ Δημοσθένης ἅπας ὁ τῶν ἀνθρώπων βίος, ἄν τε μικρὰν ἄν τε μεγάλην πόλιν οἰκῶσι, φύσει καὶ νόμοις διοικεῖται.

ἢ ὅταν ἀποστάσεσί τις χρῆται, ἔστι δὲ ἡ φύσις τοῦ σχήματος τῆς ἀποστάσεως τοιάδε τις, ὅταν τοῦ συμπλέκειν κατὰ τὸ ἑξῆς καὶ συναρτᾶν ἀλλήλοις ἀποστάντες εἰς ἀρχὴν ἰδίαν ἐπανάγωμεν, ὥστε τὸ συνημμένον τῶν ἐννοημάτων χωρισθὲν ἀποστῆναι, ὡς ἐν τοῖς Φιλιππικοῖς ἐν τῷ κατὰ Φιλίππου τὸ μὲν κατασκευαζόμενον, δεινὰ ποιεῖ Φίλιππος· τάδε γὰρ ποιεῖ καὶ τάδε, οἷον Θετταλίαν καταδεδούλωται, αἱ δʼ ἐν Εὐβοίᾳ πόλεις ἤδη τυραννοῦνται, ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ. καὶ αὐξητικόν, καὶ τοιαῦτα ποιοῦντος οὐδεὶς κωλύει τῶν Ἑλλήνων, ἐν οἷς λέγει καὶ ταῦτα εἰδότες οἱ Ἕλληνες οὐ πέμπομεν πρέσβεις περὶ τούτων καὶ ἀγανακτοῦμεν· ἐν τέλει, ὥστʼ ἐκείνου ποιοῦντος τί αὐτοὶ ποιοῦμεν; καὶ τὸ αὐξητικὸν ἐκ διαφορᾶς, καὶ ταῦτα τῶν προγόνων οὐχ ὅπως τοῖς βαρβάροις τι τούτων

συγχωρούντων, ἀλλʼ οὐδὲ τῶν Ἑλλήνων τοῖς ἐνδοξοτάτοις, οὐ Λακεδαιμονίοις, οὐκ Ἀθηναίοις, οὐ τὰ τελευταῖα Θηβαίοις. εἶτα ἡ αἰτιολογία ἐπὶ πᾶσι τί οὖν τὸ αἴτιον τούτων; ἐνταῦθα πρόσεχε ἤδη τῷ τῆς ἀποστάσεως σχήματι· σαφηνείας γάρ σοι ἕνεκα πρότερον πάντα ἐπεξῆλθον. εἰ μὲν συμπλέξας τὸ κατασκευαστικὸν νόημα ἐβούλετο ἐξενεγκεῖν, οὕτως ἂν ἐποίησεν, ὅτι ἐκεῖνοι μὲν τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν, οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ διακόψας τὴν συμπλοκὴν τῶν νοημάτων καὶ ἀποστήσας ἀπὸ τοῦ συνῆφθαι αὐτὸν αὐτῷ, εἰς ἀρχὴν ἀναγαγὼν λέγει ἦν τι τότε, ἦν ὦ ἄνδρες Ἀθηναῖοι ἐν ταῖς τῶν πολλῶν διανοίαις· τί ἦν τοῦτο; τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν. εἶτα ἕτερον ἐγίνετό τι κατὰ τὸ σχῆμα, καίτοι ἓν καὶ τὸ αὐτὸ ἐννόημα ὄν, ἐάν τε συμπλέξας εἴπω, τί οὖν τὸ αἴτιον τούτων; ὅτι ἐκεῖνοι μὲν οὐχ οὕτως διενοοῦντο, ἐάν τε καὶ ἀποστάσει χρησάμενος ἐπαναγάγω, ἦν τι τότʼ, ἦν ἐν ταῖς τῶν πολλῶν διανοίαις. καὶ ἑτέρωθι δὲ ἐν ἐπαγγελίᾳ χρησάμενος λέξω δὲ μετὰ παρρησίας· καὶ γὰρ οὐδʼ ἂν ἄλλως δυναίμην, εἶτα ἀποστήσας ἐπάγει πάντες ὅσοι πώποτε ἐκπεπλεύκασι παρʼ ὑμῶν στρατηγοί. κἀκεῖνα δὲ ἀποστάσεως τὰ σχήματα. καλόν, ὦ ἄνδρες Ἀθηναῖοι, καλὸν ἡ τῶν δημοσίων πραγμάτων φυλακή, κἀκεῖνο ἀντικείμενον τούτῳ, μιαρόν, ὦ ἄνδρες Ἀθηναῖοι, μιαρὸν τὸ θηρίον καὶ ἄμικτον. οὐχ ὅτι δὲ καὶ ἄλλα μυρία θεωρήματα οὐ πρόσεστι καθʼ ἕκαστον τούτων τῶν θεωρημάτων, διὰ τοῦτο κατʼ εἶδος οὐχ ὑπεμνήσθην· καὶ γὰρ καὶ ἐπαναδίπλωσις ἐν ἐνίοις αὐτῶν γέγονε, καὶ
καθόλου ἐξενήνεκται οὐκ ἐπὶ μέρους, ἀλλʼ ἡμῖν πρόκειται καθʼ ἓν ἕκαστον τῶν γενικῶν σχημάτων παραδεικνύναι, καὶ σὺ δὲ οὕτως ἠξίωσας. καὶ ὅλως δὲ ἐπὶ μιᾶς ἐννοίας πολλάκις πλείω συμπίπτει θεωρήματα, καὶ μάλιστα ὁπόσα αὐτῶν τῆς αὐτῆς ἐστι συγγενείας, καὶ ἐξ ὧν τελείως πᾶσι τοῖς αὐτοῦ μέρεσι κατεσκεύασται ὁ λόγος προσλαμβάνει, ἐννοίᾳ, σχήματι, ῥυθμῷ, λέξει. ἡμῖν δὲ νῦν ὁ λόγος περὶ αὐτοῦ μόνου τοῦ σχήματος, καὶ ταῦτα τοῦ κατʼ ἔννοιαν μόνου. καὶ ἄλλαι δέ εἰσιν ἀποστάσεις, οἷον οὐδὲν δεινόν, οὐδʼ ἐλεεινὸν Μειδίας πείσεται, ἐὰν ἴσα κτήσηται τοῖς πολλοῖς ὑμῶν, καὶ πάλιν πλούσιοι πολλοὶ συνεστηκότες, τὸ δοκεῖν τινες εἶναι διʼ εὐπορίαν προσειληφότες, καὶ πάλιν μισεῖ Μειδίας ἴσως ἐμέ.

καὶ αἱ διαστάσεις σεμνότητα ἔχουσιν, οἷον ὅταν εἴπῃ τί οὖν ἐπιχειρεῖ; πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν, τὸ μὲν γὰρ χωρὶς τῆς διαστάσεως τοιοῦτον οἷον ἡγεῖτο γὰρ ὁ Φίλιππος, εἰ μὲν τῆς ἰδίας ἕνεκα ἔχθρας ἢ τοὺς Θετταλοὺς ἢ τοὺς Θηβαίους συμπείθοι βαδίζειν ἐφʼ ὑμᾶς, οὐδένα προσέξειν αὐτῷ τὸν νοῦν, ἐὰν δὲ τὰς ἐκείνων κοινὰς αἰτίας λαβὼν ἡγεμὼν αἱρεθῇ, ῥᾷον ἤλπιζε τὰ μὲν παρακρούσασθαι, τὰ δὲ οἷστισι δήποτε. τί οὖν; πόλεμον ποιεῖ τοῖς Ἀμφικτύοσι καὶ περὶ τὴν Πυλαίαν ταραχήν. τοῦτʼ ἂν ἦν τὸ χωρὶς τῆς διαστάσεως συγκεχυμένον καὶ ταπεινόν, τὸ δὲ ἐξᾶραι εἰς τὴν σεμνότητα ἡ διάστασις ἡ διὰ μέσου, τί οὖν ἐπιχειρεῖ; εἶτα τὸ πρᾶγμα τὸ μετὰ τὴν διάστασιν πόλεμον ποιῆσαι τοῖς Ἀμφικτύοσι. καὶ ἑτέρωθι τὸ χείριστον ἐν τοῖς παρεληλυθόσι τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει. καὶ ἐνταῦθα τὸ μὲν χωρὶς τῆς

διαστάσεως ἦν ἂν εὐθὺς ἐπαγαγεῖν, οὐδὲν γὰρ τῶν δεόντων ποιούντων ἡμῶν. ποῦ οὖν ἡ διάστασις; ἐν τῷ διὰ μέσου, ἐν ᾧ διαστήσας λέγει τί οὖν τοῦτό ἐστιν· ὅτι οὐδὲν τῶν δεόντων ποιούντων ἡμῶν. ἀλλʼ αὗται μὲν κατὰ πρᾶγμα αἱ διαιρέσεις, τί οὖν ἐπιχειρεῖ, ἢ πάλιν τί οὖν τοῦτό ἐστιν; ἐκεῖναι δὲ ἐκ τῆς αὐτοῦ τινος ἐπικρίσεως, ὅταν λέγῃ, καὶ γὰρ οὕτως ἔχει, ὕβρισμαι μὲν ἐγὼ καὶ προπεπηλάκισται τὸ σῶμα τοὐμὸν τότε. ἀεὶ δὲ παρακολουθεῖ τῇ διαστάσει καὶ τὸ εὐκρινῆ τὸν λόγον ποιεῖν, ἐνιαχοῦ δὲ καὶ σαφῆ. εἰδέναι δὲ χρὴ ὅτι τὰ θεωρήματα τοῦ λόγου πολὺ κάλλος ἐφέλκεται, ἡμεῖς δὲ νῦν ἑνὸς ἐσμὲν τοῦ γενικωτάτου.

σεμνότητος δὲ σχῆμα καὶ ὅταν πλαγιασμοῖς τις χρῆται· ὅπου μὲν γὰρ ὀρθοῦται τὰ νοήματα, κόπτεται καθʼ ἓν ἕκαστον ὁ λόγος, καὶ τοῦ καθαρωτέρου μᾶλλον τρόπου τὸ σχῆμα, οὐ τοῦ σεμνοτέρου· διὰ τοῦτο ἐν τῷ πρὸς Λεπτίνην ἕως μὲν ὀρθῶς ὁ Δημοσθένης τὰ νοήματα, καθαρὸς εἶναι δοκεῖ ὁ λόγος, οἷον λέγονται οἱ τριάκοντα χρήματα δανείσασθαι παρὰ Λακεδαιμονίων ἐπὶ τοὺς ἐν Πειραιεῖ. ἄλλο νόημα τοῦ αὐτοῦ τρόπου, ἐπειδὴ δὲ τὰ πράγματα ἐκεῖνα κατέστη, πρέσβεις πέμψαντες οἱ Λακεδαιμόνιοι τὰ χρήματα ἀπῄτουν. καὶ τὸ ἑξῆς τῷ αὐτῷ τρόπῳ εἰ ὀρθῶς προήγαγεν, οὕτως ἂν εἶπε, λόγοι οὖν ἐγίνοντο, καὶ οἱ μὲν τοὺς ἐξ ἄστεος ἠξίουν ἀποδοῦναι τὰ χρήματα, οἱ δὲ τοὺς ἐκ Πειραιῶς, ἀλλὰ διεφθείρετο ὁ τόνος τοῦ σχήματος καὶ ἡ σεμνότης, διὰ τοῦτο πλαγιάσας λέγει, λόγων δὲ γιγνομένων καὶ τῶν μὲν τοὺς ἐξ ἄστεος ἀποδοῦναι κελευόντων, τῶν δὲ τοὺς ἐν Πειραιεῖ τοῦτο πρῶτον τῆς ὁμονοίας σημεῖον ὑπάρξαι. καὶ ἐν ἀρχῇ δὲ τοῦ κατὰ

Φιλίππου πολλῶν, ὦ ἄνδρες Ἀθηναῖοι, λόγων γιγνομένων περὶ ὧν Φίλιππος ἀδικεῖ. καὶ ἄλλο τι πεπλαγιασμένον ἐπὶ τούτῳ καὶ πάντων εὖ οἶδʼ ὅτι φησάντων γʼ ἄν. καὶ πάλιν ὄντων δέ, ὦ ἄνδρες Ἀθηναῖοι, τῶν παρόντων πραγμάτων πᾶσιν ὡς ἐγὼ κρίνω φοβερῶν, οὐδένες μὲν ἐν μείζονι κινδύνῳ τῶν πάντων εἰσὶν ὑμῶν.

τοῦτο δὲ πρῶτον τῶν σχημάτων εἰδέναι χρή, ὅτι κοινωνίαν τινὰ ἔχει ἐν τῷ λόγῳ τό τε ἀξίωμα καὶ ἡ σεμνότης· ὅπου γὰρ ἀξίωμα ὁ λόγος προσλαμβάνει, ἐκεῖ καὶ σεμνότητα. ἔστω δὲ ὁ λόγος εἰς τὰ τῆς γνώμης ἔτι τὸ εἰκόσι χρῆσθαι σεμνότητα καὶ ἀξίωμα ἔχοντα τὸν λόγον ἐργάζεται, ὥσπερ ἐν θαλάττῃ πνεῦμα ἀκατάστατον ὡς ἂν τύχῃ κινούμενον, καὶ πάλιν ὥσπερ σκηπτὸς ἢ χειμάρρους ἅπαν τοῦτο τὸ πρᾶγμα εἰς τὴν πόλιν εἰσέπεσεν, καὶ ἑτέρωθι πάλιν ἐπεὶ ὅτι γε ὥσπερ περίοδος ἢ καταβολὴ πυρετοῦ ἢ ἄλλου τινὸς κακοῦ καὶ τῷ πάνυ πόρρω δοκοῦντι νῦν ἀφεστάναι προσέρχεται οὐδεὶς ἀγνοεῖ.

καὶ τὸ γνωμολογεῖν δὲ τῆς σεμνότητός ἐστιν, οἷον τὸ γὰρ εὖ πράττειν παρὰ τὴν ἀξίαν ἀφορμὴ τοῦ κακῶς φρονεῖν τοῖς ἀνοήτοις γίνεται.

καὶ τὸ τὰ ἧττον ἐκτετιμημένα ἐκβάλλοντα καὶ ἀναιροῦντα ἀντεισάγειν τὰ μᾶλλον προτετιμημένα τῆς σεμνότητός ἐστιν, οὐ λίθοις ἐτείχισα τὴν πόλιν οὔτε πλίνθοις ἐγώ, ἀλλʼ ἐὰν τὸν ἐμὸν τειχισμὸν θέλῃς μαθεῖν, νῦν τὰ μᾶλλον προτετιμημένα εὑρήσεις ὅπλα καὶ πόλεις καὶ τόπους καὶ λιμένας.

σεμνότητα δὲ ἔχει καὶ ὅταν μὴ εὐθὺς ἐπιτρέχῃς τῷ εἰσαγομένῳ, ἀλλὰ προσλαμβάνῃς τὰς δυνάμεις

αὐτῶν καὶ προαναρτᾷς τὸν λόγον. ἓν δέ τι κοινὸν ἡ φύσις τῶν εὖ φρονούντων ἐν ἑαυτῇ κέκτηται φυλακτήριον, καὶ οὐκ εὐθὺς ἐπήγαγε καὶ εἶπεν ἀπιστίαν, ἀλλὰ προσλαβὼν τούτου τὰς δυνάμεις καὶ ἀναρτήσας, ὃ πᾶσι μέν ἐστιν ἀγαθὸν καὶ σωτήριον, μάλιστα δὲ τοῖς πλήθεσι πρὸς τοὺς τυράννους, καὶ ἄλλη ἐπανάληψις τί οὖν ἐστι τοῦτο, εἶτα τὸ εἰσαγόμενον ἀπιστία. ὅμοιον δὲ τούτῳ κἀκεῖνο ὃ καὶ τοῦ Περσῶν ἐκράτησε πλούτου καὶ ἐλευθέραν ἦγε τὴν Ἑλλάδα, καὶ οὔτε ναυμαχίας οὔτε πεζῆς μάχης ἡττᾶτο, νῦν δὲ ἀπολωλὸς ἅπαντα λελύμανται, καὶ ἄνω καὶ κάτω πεποίηκε πάντα τὰ πράγματα, καὶ τοσούτων προεκκειμένων οὔπω εἴρηται τὸ τί, ἀλλʼ ἐπαναλήψει χρησάμενος νῦν εἰσάξει, τί οὖν ἦν τοῦτο; εἶτα τὸ εἰσαγόμενον καθʼ ἑαυτό, ὡς ἐκεῖ ἀπιστία, οὕτως ἐνθάδε, τοὺς παρὰ τῶν ἄρχειν βουλομένων ἢ διαφθείρειν τὴν Ἑλλάδα χρήματα λαμβάνοντας ἅπαντες ἐμίσουν.

καὶ οἱ ἀφορισμοὶ δὲ οἱ ἐν τῷ καθόλου σεμνότητα ἔχουσιν, οἷον πόλεως γὰρ ἔγωγε πλοῦτον ἡγοῦμαι συμμάχους, πίστιν, εὔνοιαν.

καὶ τὸ ὑπέρχεσθαι δὲ ἀεὶ τὰ ἔνδοξα ἢ πρόσωπα ἢ πράγματα ἀπάγοντα ἀφʼ ἑαυτοῦ σεμνὸν πάνυ, οἷον καὶ τούτων οὐδὲν καινόν, οὐδὲ εὕρημα ἐμόν, ἀλλὰ παλαιὸς ὃν οὗτος παρέβη νόμος οὕτω κελεύει νομοθετεῖν, καὶ πάλιν οὐ λόγους ἐμαυτοῦ λέγων, ἀλλὰ γράμματα τῶν ὑμετέρων προγόνων.

σχῆμα δὲ καὶ τοῦτο τῆς σεμνότητος τὸ ἀσύνδετα παρατιθέναι τὰ νοήματα, ἐφεξῆς ἐπιτιθέντα ἀλλήλοις, οἷον Μειδίας Ἀναγυράσιος προβέβληται,

τὰ ἀπόρρητα οἶδεν, ἡ πόλις αὐτὸν οὐ χωρεῖ. καὶ πάλιν ἐφʼ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπʼ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσε πρώην, οὔθʼ ἡ Ἑλλὰς οὔτε ἡ βάρβαρος τὴν πλεονεξίαν χωρεῖ τοῦ ἀνθρώπου.

κατὰ δὲ ἀπαγγελίαν γίγνεται σεμνότης οὕτως, ὅταν τις ὀνοματικαῖς χρῆται ταῖς λέξεσιν ἀντὶ ῥηματικῶν, οἷον πλεονέκτημα, ὦ ἄνδρες Ἀθηναῖοι, μέγα ὑπῆρξε Φιλίππῳ. καὶ τόλμα μὲν γὰρ ἀλόγιστος ἀνδρεία φιλέταιρος ἐνομίσθη.

καὶ ὅταν τροπικαῖς ἀντὶ ἰδίων ταῖς λέξεσι χρήσῃ, οἷον τὴν δωροδοκίαν νόσημα εἰπεῖν, νόσημα, ὦ ἄνδρες Ἀθηναῖοι, δεινὸν ἐμπέπτωκεν εἰς τὴν Ἑλλάδα. καὶ ἑτέρωθι πάλιν εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα. καὶ ἐν τῷ κατὰ Μειδίου σὺ δὲ πληρωτὴς τοιούτου γεγονὼς ἐράνου σεαυτῷ τουτονὶ δίκαιος εἶ συλλέξασθαι.

καὶ τὸ κατὰ πλῆθος λέγειν καὶ τὰ ὀνόματα ἐφεξῆς παρατιθέναι τῆς σεμνότητός ἐστιν, οἷον εὐδαίμων καὶ μέγας καὶ φοβερὸς ἅπασιν Ἕλλησι καὶ βαρβάροις.

καὶ τὸ τὰ πρόσωπα ἀφαιροῦντα ἐπʼ αὐτῶν τῶν πραγμάτων προάγειν τὸν λόγον σεμνὸν σφόδρα. εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαὶ καὶ τὸ Θηβαίους αὐτίκα δὴ μάλα δώσειν δίκην ἀφείλετο τὴν ἀλήθειαν ἀλλʼ οἱ λέγοντες τὰ περὶ Θεσπιέων καὶ Πλαταιέων, ὁ δὲ ἀφελὼν τὰ πρόσωπα τῶν εἰπόντων αὐτὰ λέγει ἐφʼ ἑαυτῶν, εἰ μὴ Θεσπιαὶ καὶ Πλαταιαί. καὶ ἀλλαχοῦ πάλιν ἐγὼ δὲ οἶμαι τὴν μὲν εἰρήνην ἄγειν οὐχ ὑμᾶς δεῖν πείθειν· καὶ τὸ ἀντικείμενον εἶπεν ἀλλὰ Φίλιππον, ὁ δὲ ἀφελὼν τὸ πρόσωπον ἐπὶ τοῦ

πράγματος ἀόριστον εἶπεν, ἀλλὰ τὸν τὰ τοῦ πολέμου πράσσοντα. καὶ πάλιν ἑτέρωθι βουλόμενος δεῖξαι ὅτι Φίλιππός ἐστιν ὁ τὸν πόλεμον ποιῶν ἀντὶ τοῦ οὕτως εἰπεῖν, εἰ δὲ Φίλιππος τὰ ὅπλα ἐν ταῖς χερσὶν ἔχων καὶ δύναμιν πολλὴν περὶ αὑτὸν ὁ δὲ ἕτερος εἶπε.

σεμνότητος δὲ καὶ τὸ τοῖς ἐν γένει μᾶλλον [ἂν] ὀνόμασι χρῆσθαι, ἐν γένει δὲ λέγω, χρυσός, ἄργυρος. τὸ μὲν γὰρ ἐκ τούτων ἐστὶ τὸ ἐπὶ εἴδους καὶ μέρους λεγόμενον, χρήματα, εὐπορία, πρόσοδος. ὁ δὲ Θουκυδίδης ἀντὶ τούτων εἰς τὸ ἐν γένει ἀναγαγὼν σεμνότητα εἰργάσατο, λέγει δὲ ὁ Ἑρμοκράτης περὶ τῶν Καρχηδονίων χρυσὸν γὰρ καὶ ἄργυρον πλεῖστον ἔχουσιν ἀντὶ τοῦ πλουσιώτατοι γάρ εἰσιν, ἢ ἑτέρως μεταβαλών, πλούσιοι γάρ εἰσιν. καὶ ὁ Δημοσθένης ἀντὶ τοῦ εἰπεῖν Ἀρίθμιος ἐκολάσθη, ἐπειδὴ διέφθειρε τινὰς χρήμασιν ἐν Πελοποννήσῳ, ὁ δὲ ἐν γένει εἰπὼν ὅτι χρυσίον ἐκόμισε παρὰ βασιλέως σεμνότητα εἰργάσατο.

χρὴ δὲ εἰδέναι ὅτι καὶ ἐξ ἑνὸς ὀνόματος γίγνεται σεμνότης, ὡς ἐν τῷ πρὸς Λεπτίνην, ὅπου λέγει ὅτι χρὴ κυρίας τηρεῖν τὰς στήλας. πῶς ἐξῆρεν εἰς σεμνότητα; ἐν τῷ τελευταίῳ ὀνόματι, ἵνʼ ἐκεῖναι τοῦ τῆς πόλεως ἤθους μνημεῖον ὦσιν.