Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. ποιμένων ἀέκατι μήλων
  2. σεύοντʼ ἀγέλας βίᾳ;
  3. ἢ τί τοι κραδίαν ἀμύσσει;
  4. φθέγγευ· δοκέω γὰρ εἴ τινι βροτῶν
  5. ἀλκίμων ἐπικουρίαν
  6. καὶ τὶν ἔμμεναι νέων,
  7. ὦ Πανδίονος υἱὲ καὶ Κρεούσας.
Αἰγεύς
  1. νέ]ον ἦλθεν δολιχὰν ἀμείψας
  2. κᾶρυξ ποσὶν Ἰσθμίαν κέλευθον·
  3. ἄφατα δʼ ἔργα λέγει κραταιοῦ
  4. φωτός· τὸν ὑπέρβιόν τʼ ἔπεφνεν
  5. Σίνιν, ὃς ἰσχύϊ φέρτατος
  6. θνατῶν ἦν, Κρονίδα Λυταίου
  7. σεισίχθονος τέκος·
  8. σῦν τʼ ἀνδροκτόνον ἐν νάπαις
  9. Κρεμμυῶνος, ἀτάσθαλόν τε
  10. Σκίρωνα κατέκτανεν·
  11. τάν τε Κερκυόνος παλαίστραν
  12. ἔσχεν, Πολυπήμονός τε καρτερὰν
  13. σφῦραν ἐξέβαλεν Προκό-