Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. βορήϊαι πίτνον αὖραι
  2. κλυτᾶς ἕκατι π[ο]λεμαίγιδος Ἀθάνας·
  3. [*](Column 33)
  4. κνίσεν τε Μίνωϊ κέαρ
  5. ἱμεράμπυκος θεᾶς
  6. Κύπριδος αἰνὰ δῶρα·
  7. χεῖρα δʼ οὐκέτι παρθενικᾶς
  8. ἄτερθʼ ἐράτυεν, θίγεν
  9. δὲ λευκᾶν παρηΐδων·
  10. βόασέ τʼ Ἐρίβοια χαλκο-
  11. θώρακα Πανδίονος
  12. ἔκγονον· ἴδεν δὲ Θησεύς,
  13. μέλαν δʼ ὑπʼ ὀφρύων
  14. δίνασεν ὄμμα, καρδίαν τέ ϝοι
  15. σχέτλιον ἄμυξεν ἄλγος,
  16. εἶρέν τε· Διὸς υἱὲ φερτάτου,
  17. ὅσιον οὐκέτι τεᾶν
  18. ἔσω κυβερνᾷς φρενῶν
  19. θυμόν· ἴσχε μεγαλοῦχον ἥρως βίαν.
  20. ὅ τι μὲν ἐκ θεῶν μοῖρα παγκρατὴς
  21. ἄμμι κατένευσε καὶ Δίκας ῥέπει τά-