Dithyrambs

Bacchylides

Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.

  1. πᾶσιν ἀνθρώποις Δίκαν ἰθεῖαν, ἁγνᾶς
  2. Εὐνομίας ἀκόλουθον καὶ πινυτᾶς Θέμιτος·
  3. ὀλβίων παῖδές νιν αἱρεῦνται σύνοικον.
  4. ἁ δʼ αἰόλοις κέρδεσσι καὶ ἀφροσύναις
  5. ἐξαισίοις θάλλουσʼ ἀθαμβὴς
  6. Ὕβρις, ἃ πλ[οῦτον] δύναμίν τε θοῶς
  7. ἀλλότριον ὤπασεν, αὖτις
  8. δʼ ἐς βαθὺν πέμπει φθόρον,
  9. κείνα καὶ ὑπερφιάλους
  10. Γᾶς παῖδας ὤλεσσεν Γίγαντας.
  1. Πυθ]ίου [ἔπʼ εἶμʼ], ἐπεὶ
  2. ὁλκ]άδʼ ἔπεμψεν ἐμοὶ χρυσέαν
  3. Πιερ]ίαθε[ν ἐΰθ]ρονος Οὐρανία,
  4. πολυφ]άτων γέμουσαν ὕμνων
  5. !!!!!]ν̣ εἴτʼ ἄρʼ ἐπʼ ἀνθεμόεντι Ἕβρῳ