Epinicians
Bacchylides
Bacchylides. The Poems and Fragments. Jebb, Richard C., editor. Cambridge: Cambridge University Press, 1905.
- καὶ μελαμφύλλου κλάδον
- ἀκτ έα ς ἐς αἰπεινὰν προπέμπων
- αἰθέρʼ ἐκ χειρὸς βοὰν ὤτρυνε λαῶν,
- ἢ τελευταίας ἀμάρυγμα πάλας·
- τοιῷ[δʼ ὑπερθύ]μῳ σ[θένε]ι
- γυια[λκέα σώ]ματα [πρὸς γ]αίᾳ πελάσσας
- ἵκετʼ [Ἀσωπὸ]ν παρὰ πορφυροδίναν,
- τοῦ κ[λέος π]ᾶσαν χθόνα
- ἦλθε[ν καὶ] ἐπʼ ἔσχατα Νείλου·
- ταί τʼ ἐπʼ ε[ὐν]αεῖ πόρῳ
- οἰκεῦσι Θερμώδοντος, ἐγχ έω ν
- ἵστορες κοῦραι διωξίπποιʼ Ἄρηος,
- σῶν, ὦ πολυζήλωτε ϝάναξ ποταμῶν,
- ἐγγόνων γεύσαντο, καὶ ὑψιπύλου Τροίας ἕδος.
- στείχει διʼ εὐρείας κελεύθου
- μυρία παντᾷ φάτις